1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

55

Ἱερουσαλήμ; ἢ τίς δειλιάσει ἐπὶ σοί; Πολλὴ ἡ κακία, ὅταν μηδὲ κολαζόμενός τις εἰς ἔλεον ἀγάγῃ τοὺς θεωροῦντας· καίτοιγε πάντως, καὶ αὐτοὶ οἱ ἠδικημένοι σπένδεσθαι πρὸς τοὺς ἠδικηκότας εἰώθασιν, ὅταν ἴδωσι τιμωρουμένους. Ἀλλὰ τὰ σὰ μείζονα συγγνώμης ἐστὶ, καὶ ἐλέους. Σὺ ἀπεστράφης με, ὀπίσω πορεύσῃ. Ὁρᾷς, πῶς οὐκ ἐγὼ αἴτιος; Ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν, καὶ ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης. Χήρας ἐποίησαν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης, ἀτεκνίαν εἰσήγαγον, καὶ ἵνα μὴ νομίσωσι φύσεως εἶναι τὸ ταλαιπώρημα, πήρωσις σώματος ἴσ. ἢ πήρωσιν σώματος, τὴν πολύτεκνον ἄπαιδα ἐποίησαν. Ταλαιπωρίαν ἐν μεσημβρίᾳ. Ὅρα πῶς τὴν τιμωρίαν ἐπήγαγεν, ὥστε μὴ νομισθῆναι ταύτας εἶναι τὰς συνήθεις, ἀλλ' ὄντως θεηλάτους τινάς. *Ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. Περὶ τῆς πολύπαιδος λέγει γυναικός. Τρόμον, τουτέστι φόβον· σπουδὴν, ἵνα εἴπῃ, ταραχήν. *Ἐκενώθη ἡ τίκτουσα ἑπτά. Τουτέστιν, ἄπαις ἡ πολύπαις ἐγένετο. Ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς· τουτέστι, πενθοῦσα. Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας. Ἡ γὰρ συμφορὰ, οὐδὲ καθαρῶς ὁρᾷν τὸ φῶς συνεχώρει. Οἴμοι ἐγὼ, ὡς τίνα, μῆτερ, μὲ ἔτεκες ἄνδρα δικαζόμενον, καὶ διακρινόμενον πάσῃ τῇ γῇ; Ἕως εἶχεν ἐλπίδας ὁ προφήτης, τοῦ τὸν Θεὸν πεῖσαι, οὐδὲν ἐπωδύρετο τοιοῦτον· ἐπεὶ δὲ εἶδεν ἀπεγνωσμένα τὰ πράγματα στενοχωρηθεὶς ταῦτά φησιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἀπεῤῥιμμένος, μηδεμίαν ἔχων ἰσχύν· ὡς τίνα οὖν με ἔτεκες, μέλλοντα πρὸς πᾶσαν ἵστασθαι τὴν οἰκουμένην; Τῶν γὰρ ψευδοπροφητῶν τἀναντία λεγόντων, τούτου κελευομένου τἀναντία λέγειν, ἀμφισβητήσεις, καὶ μάχαι καθημεριναί. *Οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς. Ἀποδυσπετεῖ ὁ προφήτης τὰ πάνδεινα πάσχων παρὰ Ἰουδαίων. Τί, φησὶν, ἐτικτόμην ἑκάστοτε πρὸς τοὺς παρανόμους μαχόμενος, καὶ δικαζόμενος πρὸς αὐτοὺς, καὶ ἐλέγχων αὐτῶν τὰ κακὰ, ἀνὴρ ἐν εἰρήνῃ διάγειν βουλόμενος, καὶ οὔτε ὀφλήσας πώποτέ τινι, οὔτε χρεώστην ἐσχηκώς; Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τουτέστιν, ἔκαμον ὑπ' αὐτῶν ὀνειδιζόμενος, καὶ μυρίαις λοιδορίαις βαλλόμενος. Καὶ μὴν, ὃ πάσας συνίστησι τὰς μάχας, τοῦτο παρ' ἐμοὶ οὐκ ἔστιν· καθαρός εἰμι δανεισμάτων. 64.905 Τοῖς αἰτιωμένοις, φησὶ, τοῖς ὑβρίζουσι, τοῖς σκώπτουσι, τοῖς ἐπαρωμένοις. Οὐ γάρ ἐστι τῆς τυχούσης ψυχῆς ταῦτα φέρειν, ὥσπερ οὐδὲ ὁ Ἰὼβ, οὐ πρότερον ἐκινήθη, πρὶν ἢ ταῦτα γενέσθαι. Γένοιτο, ∆έσποτα, κατευθυνόντων αὐτῶν. Τί ἐστι; φησί. Τὸ γὰρ μάλιστα αὐτὸν ἐκλυποῦν ἄλλ. ὀδυνῶν, τοῦτο ἦν, ὅτι οὐδὲν συνῄδει τῶν γινομένων ἑαυτῷ. Τουτέστιν, εἰ δικαίως ἐπαρῶνται, κύρωσον αὐτῶν τὰ ῥήματα. Εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν. Οὐ λέγω, Εἰ κατεῖπον, φησὶν, ἀλλ' εἰ μὴ ὑπὲρ αὐτῶν μελλόντων κολάζεσθαι παρέστην. Καὶ μὴ μόνον εἰς τοῦτο ἀκουσθεῖεν, εἰς τὸ ἐμὲ τιμωρηθῆναι, ἀλλὰ καὶ εἰς τὸ αὐτοὺς τυχεῖν τῶν ἀγαθῶν. Γένοιτο ἀληθῆ τὰ τῆς ἀρᾶς αὐτῶν, γένοιτο αὐτοῖς ἀληθῆ τὰ ἀγαθά *Τουτέστιν, εἰ μὴ συμμαρτυρεῖς, ὅτι ἡνίκα ἀναγγέλλειν αὐτοῖς τῶν πολεμίων τὴν ἔφοδον ἔλεγες, εἱστήκειν προσευχόμενος ὑπὲρ αὐτῶν, ἀγαθὰ ὑπὲρ αὐτῶν αἰτῶν. Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦ ἡ ἰσχύς σου; Τουτέστιν, ἄνευ σιδήρου τὰ τείχη ἔχει, καὶ εἰ ἱμάτιον χαλκοῦν, οὐδὲ ἐπιγνώσεται ἴσ. καὶ εἰ σιδήρου τὰ τ. ἔχ. καὶ εἰ ἱμ. χαλκοῦν οὐδὲ ἐπιγνωσθήσεται, ὅτι αὐτὸ τοῦτό ἐστι σιδηροῦν. Τοιαῦτα ὑποστήσονται. *Τουτέστι, περιφράξω σε τῇ ἐμαυτοῦ βοηθείᾳ, καθάπερ σιδηρέῳ ἢ χαλκέῳ ἐνδύματι. Σιδήρεον μὲν ἔνδυμα λέγει, τὸν ἁλυσιδωτὸν χιτῶνα· χάλκεον δὲ, τὸ καταφρακτόν. Ὥσπερ οὖν οἱ ταῦτα ἐνδεδυμένοι πάσης εἰσὶν ἐκτὸς βλάβης τοῦ βέλους, οὐ καθικνουμένου· οὕτως οὐδὲ σὺ τὶ πείσῃ παρ' αὐτῶν. Τινὲς δὲ περὶ τοῦ λαοῦ, ὅτι οὐδὲ οὕτω φραξάμενοι σώζονται. *Ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω. Ὡς πρὸς τὸν λαὸν, ἀντὶ τοῦ, διὰ τὰ κακὰ αὐτῶν