1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

67

ὑπὸ τοῦ Βαβυλωνίου, ἀλλὰ ὑποσπόνδου οὔσης, καὶ οὐχ αἱρουμένου, ὡς οἰκεῖον αἰχμάλωτον αὐτὸν λαβεῖν. Περὶ τοῦ εἰς Αἴγυπτον ἀπελθόντος φησίν· ἐσχάτης δυστυχίας τὸ μηδὲ ἀποθανόντα δυνηθῆναι τῆς πατρίδος ἐπιτυχεῖν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι· οὐδὲν χεῖρον τούτου γένοιτ' ἄν. Οὐκ ἀναστρέψει εἰς αὐτὸν οὐκέτι· ἐν τῷ τόπῳ οὗ μετῴκισεν αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. Ὑπέλαβον γὰρ αὐτὸν αὖθις ὑποστρέψειν ὑποσχόμενον, φόρους τελέσειν, καθάπερ καὶ ὁ Μανασσῆς ὑπέστρεψεν. Οὐ τοίνυν ταῦτα ἐλπίζειν αὐτοὺς παρεκελεύετο. Ὥστε δῆλον ὅτι ἐν τῇ πόλει ληφθέντος αὐτοῦ αἰχμαλώτου ταῦτα ἔφη ὁ Ἱερεμίας. Εἶχε δὲ ἀρχὴν ὁ Σεδεκίας τῆς βασιλείας. Αὐτὸν γὰρ κατέστησε κρατεῖν τὸν τόπον ὁ Ναβουχοδονόσορ. Συνῆψεν οὖν τὰ ἐν τῇ ἀρχῇ τοῦ Σεδεκίου λεχθέντα, τῇ ἀποκρίσει τῇ γενομένῃ πρὸς τοὺς ἀγγέλους τοὺς ἀποσταλέντας ὑπ' αὐτοῦ πρὸς τὸν προφήτην. *Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ἑξῆς. Περὶ τοῦ Σεδεκίου λέγει, μεμφόμενος αὐτῷ, ὡς περιττὴν τῶν οἴκων εὐπρέπειαν ἔχοντι, καὶ ἐγκαλῶν ὡς ἀδικοῦσι τοὺς ὑπηρετουμένους καὶ κάμνοντας. Καθάπτεται τοῦ Ἰωακεὶμ, ὡς ἐξ ἁρπαγῆς οἰκοδομοῦντος λαμπρὰ, καὶ καλλωπίζοντος οἰκίας, μὴ μισθοὺς ἀποστεροῦντος μισθωτοῦ. Τί τὴν οἰκίαν οἰκοδομεῖς, καὶ σωτηρίαν τῆς σαυτοῦ ψυχῆς καθαιρεῖς; Ὁ πλησίον ἐργᾶται· εἰ γὰρ ἀλλότριος ἦν, ἀποστερηθῆναι τῶν μισθῶν ἔδει. Μὴ βασιλεύσεις, ὅτι ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Τουτέστι, Μὴ γὰρ ἐπιμενεῖς τῇ βασιλείᾳ, καὶ ἄγαν εἰς ὕψος ἐγείρεις τὰς οἰκοδομάς; *Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα, καὶ δικαιοσύνην; Τότε ἀγαθὸν ἦν αὐτῷ. Ὁ πατήρ σου, τουτέστιν, ὁ ∆αβὶδ ἐκεῖνος, οὐ περὶ ἀδικίαν ἔχων, καὶ οἴκων ἐπιμέλειαν, εὐδοκίμησεν, ἀλλὰ περὶ τὴν τοῦ Θεοῦ θεραπείαν ἀσχολούμενος. Ἤτοι τὸν Ἰωσίαν φησὶν, ἤτοι τὸν Ἄχαζ· τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τοῦ τρόπου. Ἰδοὺ οὐκ εἰσίν. Ὁρᾷς τὸ κάλλος ποῦ τίθεται; οὐκ ἐν τῷ τύπῳ τῶν μελῶν, ἀλλ' ἐν τῇ καλῇ χρήσει. *∆ιὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα· Οὐ μὴ κόψωνται, οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφοὶ, καὶ τὰ ἑξῆς. Τινὲς μὲν ἔφασαν ἀπότμημα εἶναι τοῦτο τῶν ἔμπροσθεν· οἶμαι δὲ κεῖσθαι ἀκολούθως· τὴν δὲ ἔννοιαν ταύτην εἶναι ἡγοῦμαι· Ἐμνημόνευσε τῶν 64.941 κατὰ τὸν Ἰωακεὶμ, ὧν προεῖπεν, ὡς ἂν πείσῃ αὐτοὺς ἀληθῆ εἶναι τὰ παρ' αὐτοῦ λεγόμενα. Συμψησθείς. Τί ἐστι, συμψησθείς; Σύμμαχός φησι· Ὡς κόπριον συλληφθείς. Ὁ γὰρ Βαβυλώνιος αὐτὸν ἀνελὼν, οὕτως ἔῤῥιψε, καὶ οὐκ ἐτάφη. Ἢ ἐτάφη καθάπερ ὄνος, συμφυρεὶς σποδῷ καὶ γῇ καὶ κονιορτῷ. Ἐκ γὰρ τοῦ θορύβου οὔτε ἐκόπη, οὔτε ἀπεπλύνθη αὐτοῦ τὸ σῶμα· τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον· οὗτος γὰρ ἦν ὁ χαλεπώτατος πάντων. Ὁρᾷς παῤῥησίαν προφήτου, οἷα αὐτὸς προλέγει, καὶ οὐχ ὑποστέλλεται; *Ἀνάβηθι ἐπὶ τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης. Τουτέστι, Ταῦτα λέγων οὐκ ἠκουόμην. Ἆρα ἀνέβαινε; οὐκ ἔγωγε οἶμαι, ἀλλ' ὥστε κατάδηλον γενέσθαι τὴν φωνήν. Ὅτι συνετρίβησαν. Τοὺς συμμάχους αὐτῆς λέγει, οἷς ἐθάῤῥει. Ἐλάλησα ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, Οὐκ ἀκούσομαι. Τουτέστιν, ἐφεστώτων κακῶν, ἐκήρυξα, καὶ ἀπείπαντο τῶν λόγων τὴν παραίνεσιν. Καὶ εἶπας· Οὐκ ἀκούσομαι. Καὶ ὃ πρότερον εἶχεν ἀρετῆς λόγον, καὶ τοῦτο ἀπώλεσε τὸ, ὅτε ἀπέκτονεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καίτοι τίς ἐν θλίψει οὐκ ἂν ἀκούσειεν; καὶ οὐ νῦν, ἀλλ' ἀεὶ τοιαύτη γέγονας. Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος. Ἐφ' οἷς προσεδόκας εἶναι ἐν ἀδείᾳ. Ὅταν γὰρ εἴς τι θαῤῥῶμεν πρᾶγμα, ἀναιρεῖ αὐτὸ ὁ Θεός· ἵν' ἐπ' αὐτῷ λοιπὸν μὴ ἐλπίζωμεν, καὶ ἐπ' αὐτῷ προσδοκῶμεν. Ὅτι τότε αἰσχυνθήσῃ. Οὐ φαινομένων, φησὶν, ἀλλ' ἀναιρουμένων ἐκ τοῦ μέσου. Ζῶ ἐγὼ, λέγει Κύριος. Εἰ καθάπερ σφενδόνην τις συσφίγξει ἐπὶ τῆς χειρὸς