1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

68

περιφέρων, καὶ οὕτως αὐτὸν ἐγὼ ἔχοιμι, οὐδὲ οὕτως προστήσομαι αὐτοῦ· εἰ δὲ Θεὸς οὐ προστήσεται, τίς αὐτὸν ἐξαιρήσεται; Καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου. Καὶ ταῦτα κατὰ τὸν ὅμοιον τρόπον εἰρῆσθαι νομίζω. Ὅτι καὶ περὶ τοῦ Ἰεχονίου, φησὶν, ἔφασκον. Καὶ ἐπειδὴ ἐνόμιζον εἶναι ἐν ἀσφαλείᾳ. Τοῦτο μὲν, ὡς ἀπὸ τοῦ Βαβυλωνίου καταστὰς, τοῦτο δὲ, ὡς ἐν τῷ ναῷ, καὶ τῇ Ἱερουσαλὴμ τυγχάνων μηδὲν πείσεσθαι, προειπὼν αὐτῷ μὴ θαῤῥεῖν ἐπὶ τούτοις, καὶ τὸ ἔργον ἐξέβη. Τὸ οὖν, Ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἵνα εἴπῃ, Ἐν τῷ ναῷ, ἔνθα βοηθεῖν εἴωθα τοῖς ἐκεῖ οὖσιν. Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ αὐτὸς, τουτέστιν, ὁ Ἰεχονίας. Στόμα δὲ ἐξουδενωμένον διὰ τὴν βλασφημίαν· ἐκτετιναγμένον δὲ, ὡς ἀπωσμένου. Καὶ ἀποῤῥίψω σε. Λέγουσι δὲ αἱ Βασιλεῖαι, ὅτι καὶ τιμῆς ὕστερον 64.944 ἀπήλαυσε, καὶ ὑψώθη ὕστερον ὁ θρόνος αὐτοῦ, ἴσως βελτίονος γενομένου· ὥστε καὶ ὅταν λέγῃ· Οὐ μὴ καθίσῃ ἐπὶ τοῦ θρόνου ἀπὸ τοῦ σπέρματος αὐτοῦ· εὔδηλον ὅτι τοιούτου μένοντος· πέρας γὰρ λαλήσω ἐπὶ βασιλείας καὶ ἐπὶ ἔθνος τοῦ κατασκάψαι, καὶ ἐὰν ἐπιστρέψουσιν, οὐδὲν ποιήσω. *Ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία. Αἰχμάλωτος γὰρ ληφθεὶς ἐν ἀτιμίᾳ γέγονε, τῆς βασιλείας ἐκπεσών. Καὶ γὰρ ἦν ἀκάθαρτος· ἀλλὰ καὶ ἄλλως· Ἀκάθαρτος γέγονεν εἰς ἀλλοτρίαν ἀπελθὼν γῆν. Γῆ, γῆ, ἄκουσον. Ἐπειδὴ οὐδεὶς οὐκ ἤκουσε τῶν ἀνθρώπων, διὰ τοῦτο πρὸς τὴν ἄψυχον διαλέγεται. Τί δέ ἐστιν ἐκκήρυκτον; Ἄτιμον, φησίν· Ἀκύλας μὲν, ἀναύξητον φησίν· ὁ δὲ Σύμμαχος· Κενὸν, ἀπηλλοτριωμένον. Τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνθρωπον τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ἀνευόδωτον ἄνθρωπον ἐν ταῖς ἡμέραις αὐτοῦ. Τουτέστι, Τοῖς παροῦσι μαρτύρομαι, ὡς ἀλλότριον ἑαυτοῦ ὁ Θεὸς τοῦτον ἐποιήσατο, καὶ σημειώσασθε τὸν λόγον τοῦτον. Τοῦτο γὰρ βούλεται τὸ, γράψον· τῷ γὰρ πλήθει γράψαι παρῄνεσεν. Τὸ δὲ ἀνευόδωτον, σαφῶς ἡρμήνευσεν ἐπάγων· Ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου ∆αβίδ. Ἀντὶ γὰρ τούτου, οὐχ ὁ υἱὸς ἐβασίλευσεν, ἀλλ' ὁ θεῖος ὁ τοῦ Ἰωακεὶμ ἀδελφός.

ΚΕΦΑΛ. ΚΓʹ.

*Ὦ οἱ ποιμένες οἱ ἀπολλύντες, καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς μου. Τὸν ὅμοιον, φησὶ, τρόπον, καὶ σὺ, ὦ Σεδεκία, παρανομῶν διατελεῖς, καὶ αἴτιος ἀπωλείας τῷ πλήθει γίνῃ. Καὶ ὁ Ἰεζεκιὴλ πολλὰ κατ' αὐτῶν φησι, καὶ αὐτὸς ὁ Ἱερεμίας, καὶ ὅρα χαλεπωτέραν κατ' αὐτῶν τὴν τιμωρίαν. Οὗτοι γὰρ ἀπόλλυνται ἐπ' ἀλλοτρίας· τοῖς δὲ ἀπατηθεῖσιν ἐπαγγέλλεται μετὰ ταῦτα ἄνοδον, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἄρχοντας καθαρούς. Ἴδε πανταχοῦ τὸ δίκαιον. *Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ στήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος. Περὶ τοῦ Ζωροβάβελ λέγει. Σύμμαχός φησιν ἀντὶ τοῦ, Ἀνατολὴν δικαίαν, Βλάστημα δίκαιον· περὶ Χριστοῦ τοῦτο εἴρηται, ὥς φασί τινες, ἐγκεκρυμμένως. Κατὰ δὲ ἱστορίαν περὶ Ἰωσεδέκ. Καὶ εὐκαίρως δίδωσι τοὺς ἀγαθοὺς ἄρχοντας, ὅτε αὐτοὺς ἐκ τῆς τιμωρίας σωφρονεστέρους ἐποίησεν, ὥστε καὶ εὐπαράδεκτον γενέσθαι τὴν ὠφέλειαν, τῆς ῥᾳθυμίας καὶ ἀλαζονείας ἀνῃρημένης. Καὶ τοῦτο ὄνομα αὐτῷ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδέκ. Ἐν τοῖς προφήταις τὸ, Ἰωσεδὲκ, ἑρμηνεύεται ἄρχων δικαιοσύνης ἡμῶν, ἵνα εἴπῃ, ὅτι, ὡς προφῆται κατὰ γνώμην τοῦ Θεοῦ φθέγγονται, οὕτω καὶ αὐτὸς δίκαιος γενόμενος εἰς δικαιοσύνην ἄξει τὸν λαόν. 64.945 Συνετρίβη ἡ καρδία μου. Τοῦτό φησιν, ὅτι Ἐγὼ μὲν, ἰδὼν τὴν δόξαν τοῦ Θεοῦ ἐξέστην· οὗτοι δὲ οὐδὲ τὴν τιμωρίαν δεδοίκασιν. Καὶ ἐγένετο ὁ δρόμος. Τουτέστιν, ἡ σπουδὴ ἐπ' οὐδενὶ καλῷ. Ὥστε ἐσπούδαζον, ἀλλ' οὐκ ἐπὶ χρηστοῖς