1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

72

καθαίρεσιν ἀριθμεῖ μόνον ἕως τῆς ἐπανόδου, ἀλλὰ καὶ μέχρι τῆς κατασκευῆς τοῦ ναοῦ. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. Πρὸ τῶν ἑβδομήκοντα ἐτῶν ἀνήγαγεν αὐτοὺς, καὶ ἐλογίσατο, καὶ τὰ τῆς ἀνόδου εἰς τὴν αἰχμαλωσίαν. Ὅπου γὰρ οὐκ ἦν ναὸς, οὐδὲ ἱερεὺς, οὐδὲ θυσιαστήριον, οὐδὲ θυσία, τί διενήνοχε τῶν ἐν αἰχμαλωσίᾳ ζώντων; καὶ τοῦτο δὲ τῆς φιλανθρωπίας αὐτοῦ. ∆ιὰ τοῦτο ἐπὶ ∆αρείου, φησὶ, μετὰ τὴν ἄνοδον τοσούτων παρελθόντων καιρῶν λέγει, Ἕως πότε ὑπερεῖδες, Κύριε, τὴν Ἱερουσαλήμ; τοῦτο ἑβδομηκοστὸν ἔτος, τότε πληροῦσθαι τὰ ἑβδομήκοντα. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν κολάσει, λέγων· Ἑκατὸν εἴκοσιν ἐτῶν ἔσται ἡ ζωὴ τῶν ἀνθρώπων, καὶ ἑκατὸν ἔτη ζῶσιν. Ἐποίησε δὲ αὐτὸ καὶ ἐπὶ τῆς ἀναστάσεως· εἰπὼν γὰρ, ὅτι Τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας, τῇ τρίτῃ ἡμέρᾳ ἀνίσταται. Ἀλλ' ἐκεῖνο μὲν φιλανθρωπίας ἦν εἰκότως, τοῦτο δὲ ποίας φιλανθρωπίας; τίνος οὖν ἕνεκεν καὶ τὸ τριήμερον ἐποίησεν; ὥστε πιστευθῆναι, ὅτι τετελεύτηκεν· πολλὰ γὰρ γίνεται διὰ τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐπλήρωσεν αὐτὸ, εἰπὼν, ὅτι ἔσται ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἢ ὥστε τὸ σῶμα μὴ διαφθαρῆναι; Τί γὰρ, οὐκ ἠδύνατο συγκρατῆσαι αὐτό; ἠδύνατο, ἀλλ' ἐβούλετο πιστευθῆναι τὴν φύσιν ὡς οὐδενὸς ἀπήλαυε ξένου. Τινές φασι διὰ τοὺς μαθητὰς, ὥστε διακρατῆσαι αὐτῶν τὴν ἀσθένειαν· διὰ γάρ τοι τοῦτο οὐδὲ ἀνέμενεν αὐτὸς φανῆναι αὐτοῖς, ἀλλὰ τοῖς εὐαγγελίοις προδισχεῖ, καὶ ἀνίησιν αὐτῶν τὴν διάνοιαν· Ἄπελθε, φησὶν, εἰπὲ τοῖς ἀδελφοῖς μου· καὶ μὴν ἠδύνατο εὐθέως φανεὶς μᾶλλον τὸ 64.956 ῥητὸν πιστώσασθαι· ἀλλ' ὥστε προπαρασκευασθῆναι αὐτῶν τὴν ἀκοήν. Οὐ γὰρ ᾔδεσαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἢ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κύτους· ἡ γὰρ φθορὰ κατὰ μίαν ἡμέραν ἄρχεται τοῦ σώματος· ὥστε ἀρκοῦσα μαρτυρία τοῦ τετελευτηκέναι αὐτὸν αὕτη. Καὶ ὅταν μὲν κακὰ ἀπειλῇ, συστέλλει τὸν χρόνον καὶ σοφίζεται· ὅταν δὲ ἀγαθὰ, ἐκτείνει αὐτόν· οὐ γὰρ ὡρισμένα ἔδωκεν ἀγαθὰ, μᾶλλον δὲ οὐδὲ δῆλα. Οὐδαμοῦ τοῖς ἀγαθοῖς ὅρον τίθησιν, ἀλλ' ἢ τὴν ἑκάστου προαίρεσιν, τοῖς δὲ κακοῖς πανταχοῦ· Ἔδωκα ὑμῖν τὴν γῆν ἀπὸ αἰῶνος ἕως αἰῶνος, φησίν. Ὁρᾷς οὐδένα ὅρον· ὅταν δὲ πέμπῃ εἰς αἰχμαλωσίαν, ὥρισε, καὶ ὅρα· ἡ μὲν πρώτη, υʹ, ἡ δὲ δευτέρα, λʹ, ἡ δὲ τρίτη, τρία καὶ οʹ ἔστι ἔτη. Αὕτη δὲ διηνεκὴς ἡ ἐπὶ τοῦ Χριστοῦ· τούτων μέμνηται τῶν ἐτῶν ὁ ∆ανιήλ. Καὶ ἐν τῷ πληρωθῆναι. Προλέγει τιμωρίαν τοῖς Βαβυλωνίοις, ἵνα μάθῃς ὅτι οὐδὲ νῦν οἰκείᾳ ἰσχύϊ ταῦτα ἐποίησαν. *Καὶ ἐν τῷ πληρωθῆναι ἑβδομήκοντα ἔτη, καὶ ἐκδικήσω ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὰ ἑξῆς. Τὰ ἑβδομήκοντα ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖται ἀπὸ τοῦ τρίτου ἔτους τῆς βασιλείας Ἰωακεὶμ, ὃς μετὰ τὸν Ἰωάχαζ τὸν ὑπὸ τοῦ Αἰγυπτίου κατασταθέντα ἐβασίλευσε. *Λάβε τὸ ποτήριον τοῦ ἀκράτου, τοῦ ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγώ σε ἐξαποστελῶ πρὸς αὐτά. Τοῦ ἀκράτου, ὁ Ἑβραῖος τῆς πικρίας, ἔχει· βλέπει δὲ τὴν ὀπτασίαν πρὸς παραμυθίαν τοῦ λαοῦ. Ἐπειδὴ γὰρ εἰς λογισμοὺς ἐνέπιπτον κρείττονα ὁρῶντες τὸν Βαβυλώνιον, ὡς οὐδὲν ὄφελος αὐτοῖς τάχα τῆς εἰς Θεὸν θεραπείας, δεικνὺς ὁ προφήτης μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου, ὅτι δι' ἁμαρτίαν ταῦτα ὑπομένουσι, τὴν κατὰ τῶν ἐθνῶν ποιεῖται προφητείαν, καὶ πάντας τοὺς βασιλεῖς τοὺς ἑβδομήκοντα ἑπτά. Λέγει δὲ τὴν Ἰδουμαίαν τὴν νῦν Βαταναίαν καλουμένην, ἣν εἶχον πρότερον οἱ περὶ τὸν Ῥουβὴμ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ· προϊὼν δὲ λέγει· *Καὶ οἵδε ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται πρὸς πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς. Τὸ, οἵδε, οὐ καλῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· ἡ ∆ὰδ γὰρ ἐχρῆν κεῖσθαι. ∆ὰδ δέ ἐστιν ἐπίῤῥημα τῶν ληνοβατούντων ἀποκρινομένων πρὸς τοὺς καταλέγοντας. Ὥσπερ τοίνυν, φησὶ, τὸ ἐπίῤῥημα τοῦτο λέγοντες προθύμως πατοῦσι τὴν σταφυλὴν, οὕτως ὑμᾶς καταπατήσει, ὡς ληνοβάτης ὁ Βαβυλώνιος ἅπαντα τὰ ἔθνη.