1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

77

Θεοῦ δέξωνται τὸν κόσμον, τὸ τῇ προσηγορίᾳ τοῦ ∆αβὶδ ὀνομάζεσθαι; Ἀνέστησα σύντριμμα Ὥσπερ ἂν εἴ τις δεσπότης δημίῳ τινὰ ἡμαρτηκότα παραδοὺς τῶν οἰκείων, ἐκείνου πέρα τοῦ μέτρου μαστίξαντος τὸν παραδεδομένον, καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν, ἔλθων οὗτος ὁ παραδοὺς, σχεδὸν καὶ ἀπολογεῖται πρὸς τὸν μεμαστιγωμένον, δεικνὺς ὅτι οὐ κατὰ τὴν αὐτοῦ γέγονε τοῦτο ἐπιτροπὴν, καὶ καταμανθάνων αὐτοῦ τὰ τραύματα ἀκριβῶς, καὶ ἐπαγγελλόμενος μυρίαν ἐκείνῳ τιμωρίαν. Οὕτω καὶ ὁ Θεὸς ποιεῖ. Βίαιον τὸ σύντριμμα. Ὁρᾷς αὐτὸν ἀπολογούμενον, ὅτι χαλεπὸν τὸ τραῦμα ἔλαβε; Τοῦτο γάρ ἐστι βίαιον, οὐχ ὅσον ἔδει, ἀλλὰ πολλῷ πλέον. 64.969 Οὐκ ἔστι κρίνων. Τουτέστιν, οὐδεὶς ἐξεδίκησεν, οὐδεὶς ἐβοήθησεν. Ἀφόρητον τὸ κακόν τι παθεῖν· τὸ δὲ μετὰ τὸ παθεῖν μηδὲ τὸν παρακαλοῦντα ἔχειν, ἀφορητότερον. Εἰς ἀλγηρὸν ἰατρεύθης. Ἐπειδὴ γὰρ καθάπερ ἰατρείαν τινὰ τὴν αἰχμαλωσίαν προσῆγεν αὐτοῖς, λέγει, Πολλὴν ἡ θεραπεία ὀδύνην ἐναφῆκεν· ὥσπερ ἐπί τινος ἀμαθοῦς ἰατροῦ, οὐκ εἰδότος τέμνειν καλῶς. ∆ιὰ τοῦτο πάντες οἱ ἔσθοντές σε. Αἰσχύνας ἀπ' ἀλλήλων ἕξουσι, τοῖς οἰκείοις ἕκαστος τὸν πλησίον θρέψει σώμασι· πείσονται ταῦτα ἅπερ ἐποίησαν. Ὅτι ἀνάξω. Εἰ γὰρ καὶ ἀνίατον τὸ τραῦμα, ἀλλ' οὐκ ἐμοί. Ὅτι ἐσπαρμένη ἐκλήθης. Οἱ λοιποί φασιν, ἐζωσμένη, ἐπειδὴ δίκην ἔδωκας. Μέγα ἀγαθὸν, μὴ διὰ τιμωρίας καὶ κολάσεις σώζεσθαι παρὰ τοῦ Θεοῦ καὶ τοὺς πονηροὺς καὶ ἀπεγνωσμένους, ἀλλὰ δι' ἀρετὴν καὶ μετάνοιαν. Καὶ ἐξελεύσονται, ἀπ' αὐτῶν ᾄδοντες. Τί οὖν πρὸς ἐκείνους τοὺς μέλλοντας ἀναιρεῖσθαι; Οὐ γὰρ δὴ μόνον αὐτοὺς οὐκ εὔφρανε ταῦτα, ἀλλὰ καὶ ἐλύπει πλέον. Ἐννόησον γὰρ ἄνθρωπον γεγηρακότα, ἀκούοντα ὅτι μετὰ ἑβδομήκοντα ἔτη ἔσται τὰ ἀγαθά. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνδιατρίβει αὐτοῖς, ἵνα μᾶλλον αὐτοὺς δάκῃ· τοὺς δὲ ἐν ἡλικίᾳ, ἵνα εἰς ἐλπίδας ἀγαγὼν σωφρονίσῃ πλέον. Καὶ εἰσελεύσονται. Ὅρα πῶς λέγει τὴν εὐπραγίαν αὐτῶν, τὴν λατρείαν, καὶ τὴν ἄδειαν, καὶ ὅτι πολλοὶ ἔσονται, καὶ τὰ νόμιμα ἕξουσι. Ταῦτα γὰρ αὐτοῖς ἦν φίλα. Ὅτι ὀργή. Ταῦτα, φησὶν, ἔσται, μὴ νῦν ταῦτα ζήτει· νῦν γὰρ τῆς τιμωρίας τῆς ἡμετέρας ὁ καιρός.

ΚΕΦΑΛ ΛΑʹ.

Ἐν τῷ χρόνῳ. Ὅταν οἱ ἄλλοι ἀπόλωνται, τὰ κατὰ Βαβυλωνίους φησί. *Οὕτως εἶπε Κύριος· Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ πορευομένους εἰς σπονδὰς Ἰσραήλ. Βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ. Σφόδρα ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· αὕτη δὲ ἡ ἔννοια σώζεται παρὰ τῷ Ἑβραίῳ· Εὗρε χάριν ἐν ἐμοὶ ὑπολελειμμένος ἐκ τῆς μαχαίρας ὡς ἐν τῇ πανερήμῳ ὁ Ἰσραήλ. Ὃ γὰρ θερμὸν ἡρμήνευσεν ὁ Ἕλλην, τοῦτο, χάριν, ἔχει ὁ Ἑβραῖος· ἐκ δὲ τῆς ἐπωνυμίας τὸ σφάλμα τῆς ἑρμηνείας γέγονε. Τὸ γὰρ ὣμ κατὰ τὴν Ἑβραίων φωνὴν δασυνόμενον, θερμόν ἐστι, τὸ δὲ ἦν, κάλλος κεχαριτωμένον, τὸ δὲ, ὀλωλότων ἐν μαχαίρᾳ, τουτέστιν, ὁ ὑποληφθεὶς ὑπὸ τῆς μαχαίρας. Ἵνα εἴπῃ, Τοὺς περισωθέντας μετὰ τὸν θάνατον, τούτους σώζω. Τὸ δὲ πορευομένους εἰς σπονδὰς Ἰσραὴλ, τουτέστιν, Ἡνίκα ἐπορευόμην πρὸς ἀνάπαυσιν αὐτοῦ ἐν τῇ πανερήμῳ, ὅπερ σαφέστερον διὰ τῶν ἐπαγομένων λέγει. *Βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ. 64.972 Τουτέστιν, ἡνίκα ἐβάδιζον προπορευόμενος αὐτοῦ, ἵνα ἀναπαύσω αὐτόν· οὕτω γὰρ ἔχει ὁ Ἑβραῖος. Τὸ δὲ βαδίσατε ἡρμήνευται ἀσαφῶς, διὰ τὸ μὴ τὸν χρόνον φυλάξαι τὸν ἑρμηνευθέντα ἴσ. ἑρμηνεύσαντα· ἀντὶ γὰρ τοῦ, βαδίζων, βαδίσατε ἔχει, οὕτω γὰρ φαίνεται καὶ ὁ Μωσῆς λέγων· Εἰ μὴ σὺ πορεύῃ, μὴ ἀναγάγῃς με. Ὁρᾶς; Πανταχοῦ σπουδάζει δεικνύειν, ὅτι αὐτοῦ τὸ πᾶν ἐστιν. Εἶπε, Βαβυλωνίων ἀπολλυμένων, σὺ διασωθήσῃ. Εἶτα δείκνυσι τὸ παρ' ἐλπίδα, καὶ ὡς οὐκ ἦν ἀνθρωπίνων