1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

81

ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν. Καὶ μετ' ὀλίγα· Βούλεσθε παραγάγω τὰ ἀποστολικὰ ῥήματα, ἀβιάστως συμφωνοῦντα τοῖς εἰρημένοις; Τί βιάζεσθε ἐπιθεῖναι ζυγὸν, ὃν οὐκ ἴσχυσαν οἱ πατέρες ὑμῶν βαστάσαι; Ὁρᾷς ὅτι διὰ τοῦτο χάρις, ἵνα κατὰ χάριν γένηται εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν. Τὸ γὰρ μὴ ἐμμένειν, καὶ παραβῆναι ταὐτόν. Ἆρα οὖν εἷς ἐστι ὁ τὴν καινὴν καὶ τὴν παλαιὰν διδούς. *∆ιαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς τοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν γράψω αὐτούς. Ὁ γὰρ Μωσῆς ἐκέλευσε πᾶσιν ἀναγινώσκεσθαι τὸν νόμον, ἀλλὰ καὶ διὰ ἑπτὰ ἐτῶν. Λέγει τοίνυν, ὅτι Τοσαύτην αὐτοῖς τὴν εἴδησιν παρέχω τὴν ἐμὴν, ὥστε μὴ δεῖσθαι ἀναγνώσεως, ἐπὶ δὲ τῆς διανοίας ἔχειν τὴν περὶ τὰ καλὰ σπουδήν. Οὐδαμοῦ τῶν ἐθνῶν μέμνηται, ἵνα μὴ δῷ πρόφασιν αὐτοῖς, καθὼς καὶ ὁ Χριστός φησιν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ∆ιδοὺς δώσω. Εἰπὲ, ποῦ τοῦτο γέγονε; καὶ γὰρ γραπτὸς ὁ νόμος ἦν· ἐπειδὴ ἡμῶν ἡμῖν ἐπίδειξις Πνεύματος μυρίαι μαρτυρίαι. Οὐδὲν ἔγγραφον παρέδωκεν ὁ Ἰησοῦς· Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα. Οὐχὶ λίθιναι πλάκες, οὐδὲ γράμματα ἐγκεχαραγμένα, ἀλλ' ἡ διάνοια αὐτῶν στήλη τῷ νόμῳ τῷ παρ' αὐτοῦ γενήσεται. Καὶ ἐπὶ καρδίας. Καὶ γὰρ ὅρα· ἀπὸ μὲν τῆς πλακὸς οὐκ ἦν πάντας εἰδέναι, ἀπὸ δὲ τῶν ἀποστόλων πάντες ἔμψυχοι στῆλαι περιῄεσαν τὴν οἰκουμένην, φέροντες ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὰ γράμματα ἅπερ εἶχον, ἃ ἐχάραξεν οὐ κάλαμος, οὐ μέλαν, ἀλλ' αὐτὸς ὁ Θεός. Ὅρα ἰσοτιμίαν Πατρὸς καὶ Πνεύματος· ἐκεῖναι τῷ δακτύλῳ τοῦ Θεοῦ αἱ πλάκες ἐγκεχαραγμέναι, αὗται τῇ χάριτι τοῦ Πνεύματος· κἀκεῖναι μὲν συνετρίβησαν, ἐκ προοιμίων δηλοῦσαι τὸ τέλος, καὶ τύπος τὸ γενόμενον ἦν, καὶ ὅτι λήξει ποτὲ ὁ νόμος, καὶ ὅτι συντρίψουσι τὸν ζυγὸν ἑαυτῶν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ἔμειναν αἱ πλάκες ἐκεῖναι, ὑπὸ παντὸς ἀνάλωτοι τοῦ χρόνου γενόμεναι. Καὶ οὐ μὴ διδάξουσι. Τίς οὖν χρεία διδασκαλίας, εἰπέ μοι; εἰς ποίαν χώραν ἀπελθεῖν βούλει, εἰς ποίαν θάλασσαν, εἰς ποίαν γῆν; Εἰς τὴν βάρβαρον, εἰς τὴν Ἑλλάδα, εἰς πόλεις, εἰς ἄοικον, ἐκεῖ τὸν σταυρὸν εὑρήσεις, καὶ ἀκούσῃ μυρία διηγήματα· καὶ ἔρημος, καὶ οἰκουμένη, καὶ ὄρη, καὶ ὕπτια πεδία τὸν Χριστὸν βοᾷ. Καὶ μετ' ὀλίγα· Καθάπερ γὰρ ὁ ἥλιος οὗτος οὐ τοῖς μεγάλοις μόνον, ἀλλὰ καὶ τοῖς μικροῖς φαίνει, οὕτω καὶ ὁ ἥλιος τῆς δικαιοσύνης μικρῶν, μεγάλων, δούλων, ἐλευθέρων, 64.984 ἀρχόντων, ἀρχομένων, βασιλέων, ἰδιωτῶν, νηπίων, πρεσβυτῶν, τὰς ἁπάντων κατηύγασε ψυχὰς τῷ φωτὶ τῆς γνώσεως. Ὅτι πάντες εἰδήσουσί με. Τοῦτο τὸ λουτρὸν τῆς παλιγγενεσίας χαρίζεται μόνον. Εἶδες ἀκριβὲς σύμβολον τοῦ νόμου; ὁ δὲ νόμος οὐχ οὕτως· ∆ιότι εἰδήσουσί με πάντες· οὐ γὰρ ἐπὶ πόνους καὶ ἱδρῶτας καλοῦνται, ἀλλ' ἐπὶ συγχώρησιν τῶν πεπλημμελημένων αὐτοῖς, ἐπὶ ἀμνηστίαν τῶν ἡμαρτημένων. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Περὶ ποίων οὖν λέγει Ἰσραηλιτῶν, ἄκουσον· Ἐὰν ᾖ, φησὶν, ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Ἀκριβέστερον δὲ ὁ μακάριος Παῦλος ἑρμηνεύων αὐτὸ, λέγει· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Εἶδες τὸ κατάλειμμα, τοὺς ἀποστόλους, τοὺς ἀπ' αὐτῶν δεξαμένους τὸν λόγον Ἰσραηλίτας, τοὺς τρισχιλίους, καὶ πεντακισχιλίους, τὸ πλῆθος τὸ ἐν ταῖς Πράξεσιν ἐμφερόμενον. Οὕτως εἶπε Κύριος. Λέγει τὰ ἔργα αὐτοῦ, ἵνα ἀξιόπιστα τὰ λεγόμενα ποιῇ. Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύεται γενέσθαι εἰς ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. Νόμους τοὺς τῆς κτίσεως λέγει· περὶ γὰρ αὐτῆς διαλέγεται· ὡς οὐκ ἐνδέχεταί με, φησὶ, ἀναστρέψαι τοὺς ἐν τῇ κτίσει τεθέντας ὅρους, οὕτως οὐδὲ τὴν πρὸς Ἰουδαίους διὰ