1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

86

σταθμόν. Ὁ Ἑβραῖος, τοῦ φυλάσσοντος τὴν ἐσθῆτα τῆς λειτουργίας. Καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν. Ἄξιον θαυμάσαι, πῶς ἐν τοιούτῳ δήμῳ ζῶντες, τὴν ἄκραν ἤσκησαν φιλοσοφίαν. Λευῖταί τινες ἦσαν· οὗτοι εἶδον πολλὰ ὑποδείγματα, τοὺς Ναζαραίους, τοὺς περὶ Ἠλίαν καὶ Ἐλισσαῖον, ἐζήλωσαν. Ὁρᾷς,ὅτι εἰ ἐβούλοντο προσέχειν, εἶχον ὑποδείγματα; Ἀλλὰ καὶ οὗτοι γεγόνασιν αἰχμάλωτοι· εἰ γὰρ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ ∆ανιὴλ, πολλῷ μᾶλλον καὶ οὗτοι. Τοὺς γὰρ ἀγαθοὺς καὶ γενναίους ἄνδρας οὐδὲν τούτων ἐλύπει, ἀλλὰ καὶ λαμπροὺς ἐποίει, καὶ ἐν ὀδύναις παραμυθία τὸ πρᾶγμά ἐστι. Καὶ μετ' ὀλίγα· Καὶ ἤγαγεν αὐτοὺς εἰς οἶκον Κυρίου, ἵνα καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ ἀνδρὸς δυσωπηθῶσιν· ἀλλὰ οὐδὲν αὐτοὺς ἐδελέασεν, ὥστε πάντοθεν ἀνῄρηται τοῖς Ἰουδαίοις ἀπολογία. Καὶ μετ' ὀλίγα· Ὅρα τὰ ἀποστολικὰ προειληφότα. Καὶ εἶπον· Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ υἱὸς Ῥιχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν. Οὐ μὴ πίητε οἶνον ὑμεῖς, καὶ οἱ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος, καὶ τὰ ἑξῆς. Ἀπόγονοι ἦσαν οὗτοι τοῦ Ἰωναδὰβ, ὃς ἡσθεὶς τῷ ὑπὲρ τοῦ Θεοῦ ζήλῳ, εἰς ἀπάντησιν ἧκε τῷ βασιλεῖ. Ἐκεῖνος τοίνυν πάλαι τὴν Ἀχαὰβ παρανομίαν ὁρῶν, καὶ εἰδὼς ἀληθῆ τὰ παρὰ τῶν προφητῶν ῥήματα, καὶ σφόδρα προσδοκῶν ἅλωσιν τῆς χώρας, καὶ καταστροφὴν τῶν πόλεων, τοῖς αὐτοῦ υἱοῖς ἐνετείλατο ταῦτα, οὐχ ὥστε μόνον φυλάξαι, ἀλλ' ὥστε καὶ τοῖς οἰκείοις ἐγγόνοις παραδοῦναι τὸ παράγγελμα. Ἐκεῖθεν φαίνονται οὗτοι μέχρι τοῦ νῦν φυλάξαντες τὸ τοῦ προπάτορος πρόσταγμα. Ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν. Εἶτα ἵνα μὴ λέγῃ τις· Πῶς οὖν τὴν πόλιν κατειλήφατε νῦν, καὶ οἰκίας οἰκεῖτε; ἐπὶ τὸ στρατόπεδον καταφεύγουσι· τοῦτο γὰρ ἐσχάτης ἀνοίας, ἑκόντας ἑαυτοὺς ἐκδοῦναι τοῖς πολεμίοις. Οὐ μὴ λάβητε παιδείαν. Οἱ υἱοὶ Ἰωναδὰβ ἀνθρώπου ἀπελθόντος ἐστήσαντο ἐντολὴν, ὑμεῖς δὲ παρέβητε τὰς ἐμὰς, τὸν ἐπιτάξαντα. Βούλεσθε ἰδεῖν τῶν ἐπιταγμάτων τὸ ῥᾷστον; ἐγὼ μὲν ἐπέταξα εὔκολα, καὶ ἀναγκαῖα σφόδρα, ὥστε πονηρίας ἀπέχεσθαι καὶ εἰδώλων· ἐκεῖνος δὲ πολὺ δύσκολα. Ἀλλ' ἐκεῖνος μὲν εἶπε, καὶ ἀπῆλθεν· ἐγὼ δὲ ὑμῖν καθ' ἑκάστην ἐνηχῶ τὴν ἡμέραν, καὶ οὐδὲν γίνεται πλέον. Καὶ ἔστησαν υἱοὶ Ἰωναδάβ. Καὶ οὐ λέγει ποίαν· ἀλλὰ μὴ βουλόμενος αὐτοῖς φορτικὴν ποιῆσαι τὴν κατηγορίαν, ὅρα πῶς ἐστι δημοτικὸς, οὐδὲν παρ' αὐτῷ τυραννικόν· πῶς πάντο 64.997 θεν αὐτοὺς ἀφαιρεῖται συγγνώμης, λέγων· Ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου ∆ιὰ τοῦτο, οὕτως εἶπε Κύριος. Τοὺς δὲ υἱοὺς Ἰωναδὰβ ἱερωσύνῃ διηνεκεῖ τιμᾷ, λέγων· Οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ παρεστηκὼς πρόσωπόν μου πάσας τὰς ἡμέρας. Μὴ γὰρ νομίσητε διαπίπτειν τὴν εὐλογίαν τοῦ πατρός.

ΚΕΦΑΛ. Λςʹ.

Καὶ ἐνετείλατο Ἱερεμίας. Ὅρα Θεοῦ πρόνοιαν. Ἐκεῖνοι μὲν τὸν ἰατρὸν ἔδησαν, ὁ δὲ Θεὸς καὶ οὕτως δεικνὺς αὑτοῦ τὴν φιλανθρωπίαν, οὐκ ἐξέβαλεν αὐτὸν, ἀλλ' εἴασεν ἐν τῷ δεσμωτηρίῳ, ἵνα τὸν τούτων θυμὸν παραμυθήσηται, καὶ μὴ φιλονεικοτέρους ἐργάσηται, οὐ μὴν τῆς θεραπείας αὐτοὺς ἀπεστέρησεν, ἀλλὰ ποιεῖ διὰ γραμμάτων αὐτοὺς ἀναμνησθῆναι τὸ πᾶν, καὶ ἐν καιρῷ νηστείας. Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ. Τίνος δὲ ἕνεκεν ἐν καιρῷ νηστείας; ἵνα καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ πάντες παρῶσιν ἀκούοντες. Λυπεῖ τὰς ὄψεις τὰς ὑμετέρας ἡ ὄψις τοῦ προφήτου φαινομένη. Ἰδοὺ δι' ἑτέρου σκεύους ὑμῖν τὸ φάρμακον παραδίδωμι ἐπιτίθησι. Καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδίν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ ἀκούσας τὰ δυνάμενα καὶ λίθον μαλάξαι, συνέκοψε τὸ βιβλίον· ὥσπερ ἂν εἴ τις τὸν ἰατρὸν οὐχ εὑρὼν, τὸ φάρμακον λαβὼν, εἰς τὸ πῦρ ἔῤῥιψεν. Εἶδες μανίαν καὶ ἀγριότητα; Οὐχ ἁπλῶς ἔκοψεν,