1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

92

σκηνὴν αὐτοῦ ἣν ἔθος τοῖς βασιλεῦσιν ἐν ταῖς στρατοπεδείαις ποιεῖσθαι, ἐνταῦθα πήξει· τὸ οὖν, θήσει τὰ ὅπλα αὐτοῦ, ὁ Ἑβραῖος, καὶ τανύσει τὴν σκηνὴν αὐτοῦ, ἔφη· σώζεται δὲ ἡ αὐτὴ ἔννοια ἐν ἑκατέρῳ. ∆ῆλον γὰρ, ὡς τὰ βασιλικὰ ὅπλα ἐπὶ τῆς σκηνῆς τοῦ βασιλέως ἔκειτο. Καὶ θήσω αὐτοῦ τὸν θρόνον. Εἶτα ἵνα μὴ στοχασμὸν νομίσῃς, καὶ τὸν τόπον λέγει, ἔνθα θήσει τοὺς λίθους. Καὶ καύσει πῦρ. Καὶ περὶ τῶν θεῶν αὐτῶν λέγει, ἵνα μὴ εἰς ἀσέβειαν ἐκκλίνωσιν, ἀλλ' οὐδὲν πλέον ἐγένετο. Καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθερεῖ γῆν Αἰγύπτου, ὡς φθερίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. Τουτέστι, τὸ παλαιόν· οὕτως εὐκόλως καθέξει τῆς Αἰγύπτου ὁ Ναβουχοδονόσορ. Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς Ἐνὼν, καὶ τοὺς οἴκους τῶν θεῶν αὐτῶν κατακαύσει πυρί. Ἐνὼν ὄνομα πόλεώς ἐστι πλησίον Τάφνας Ἴσως 64.1013 δὲ κατὰ μὲν Ἕλληνας Ἡλιούπολις ἐκαλεῖτο, κατὰ δὲ τὴν Αἰγυπτίων φωνὴν Ἐνών.

ΚΕΦΑΛ. Μ∆ʹ.

Οὕτως εἶπε Κύριος. Ὅρα, τί τούτου ἂν γένοιτο σαφέστερον; ἐν ὄψεσιν εἶχον τὰ παραδείγματα. Οὐκ ἦν ταῦτα ῥήματα, ἀλλὰ πράγματα ἃ ἐβόα. Τὴν αἰτίαν ᾔδεσαν τῶν συμβεβηκότων. *Καὶ οὐκ ἔσονται αὐτοῖς σεσωσμένος, οὐδὲ περιλειπόμενος οὐδεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν ἐλθόντων παροικεῖν ἐν τῇ Αἰγύπτῳ, τοῦ ἀποστρέψαι εἰς γῆν Ἰούδα ἐφ' ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν, τοῦ ἐπιστρέψαι ἐκεῖ οὗ μὴ ἀποστρέψουσιν οἱ διαπεφευγότες. Πᾶσιν ἀπειλεῖ θάνατον τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν, ὡς μαχομένοις τῇ τοῦ Θεοῦ γνώμῃ καὶ χείρονα πείσεσθαι, ἢ τοὺς ἐν Ἱεροσολύμοις· σώζεσθαι μόνους ἔφη ἐκείνους, οἳ τῶν κακῶν καταλαβόντων τὴν Ἰουδαίαν μεταδιώξουσι, ὡς ἂν γνοῖεν ἄμαχον οὖσαν τοῦ Θεοῦ τὴν ἰσχὺν, ἀφ' ὧν καὶ τοὺς δοκοῦντας εἶναι ἐν ἀσφαλεῖ, ὑποχειρίους δίδωσι τοῖς ἐχθροῖς, καὶ ἔρημον οὖσαν τὴν γῆν οἰκίζει, σώζων ἅπαντας τοὺς ἐπ' αὐτὴν καταφεύγοντας· καὶ ὅτι τοῦτο οὕτως ἔχει, δηλοῖ προϊὼν σαφέστερον οὕτω λέγων· Ὁ λόγος ὃν ἐλάλησε. Αὕτη βασίλισσα οὐρανοῦ, εἰπέ μοι; Θεὸς ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, ἀεὶ ἀκούεις, συνεχῶς· καὶ ταύτην βασίλισσαν καλεῖς, τὴν σελήνην; Καὶ καλῶς ἦν ὑμῖν. Πόθεν οὖν ὁ λιμὸς, εἰπέ μοι; πόθεν ὁ θάνατος; Ὢ τῆς ἀναισχυντίας! ∆ιὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει. Οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε. Οὐχὶ διὰ τοῦτο ἡ αἰχμαλωσία, φησίν; οὐχὶ διὰ τοῦτο πάντα τὰ κακά; Πῶς καλῶς ἦν ὑμῖν; οὐχὶ διὰ τοῦτο οὐκ ἠδυνήθη ὑμᾶς ἐνεγκεῖν ὁ Θεός; Τί κακίας χεῖρον γένοιτο ἄν; ποῖοι μαινόμενοι ἐφθέγξαντο ἂν ταῦτα τὰ ῥήματα; Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι. Ἀπειλεῖ πάλιν λιμὸν καὶ δεσμοὺς ἀνασωζομένους, ἵνα μάθωσιν, ὅτι ἀληθῆ ταῦτά ἐστιν. Καὶ μετ' ὀλίγα· ∆ιὰ τοῦτο οὕτως αὐτοὺς ἀφῆκεν, ἵνα ἀπολογῆται πρὸς σὲ, ὅτι δικαίως αὐτῶν τὴν πόλιν ἐνέπρησεν. Ὅταν γὰρ οἱ διαφυγόντες τοιοῦτοί εἰσι, τί χρὴ περὶ τῶν ἄλλων εἰπεῖν; Καὶ ἐκλείψουσι πᾶς ἀνὴρ Ἰούδα, οἱ κατοικοῦντες ἐν τῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι, καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἀποστρέψουσιν ἐκ γῆς Αἰγύπτου ἐν γῇ Ἰούδα· ὀλίγοι ἀριθμῷ ἄνδρες. Ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾷν τῇ βασιλίσσῃ. Τουτέστι, τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Κἀνταῦθα δὲ ἡ ὁμωνυμία τὴν ἐναλλαγὴν τῆς ἑρμηνείας ἐποιήσατο Μελχὲδ γὰρ στρατιά ἐστι, Μελχὲθ δὲ βασίλισσα. Οὕτως δὲ ἀναισχύντως τὴν ἀσέβειαν μετιοῦσιν αὖθις ἀπειλήσας παντελῆς αἰχμαλωσίαν, ἀπόδειξιν τῶν λόγων ποιεῖται τὰ παρόντα· φησὶ γάρ· 64.1016 Λόγος τίνος ἐμμενεῖ. Τί δὲ, τίνος ὁ λόγος μενεῖ, δείκνυσιν ὡς ἐν τοῖς κακοῖς με ζητοῦντες οὐχ εὑρήσετε· οἱ δὲ κατάλοιποι διὰ τῶν ὑμετέρων παθημάτων ὠφεληθήσονται. Καὶ τοῦτο τὸ