1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

3

κατάστασιν τήρησον, ὡς νουνεχὴς, ὡς λόγον ἔχων, οὕτω διανόησαι, οὕτω πρᾶξον, ἐκ τῆς ἐνεργείας δεῖξον ὅτι ὄντως ἄνθρωπος εἶ. Οὐ γὰρ ἐκ τοῦ σχήματος, ἀλλ' ἐκ τῆς ἐνεργείας, ὅπερ ἐστὶν ἕκαστος γνωρίζεται· εἰ δὲ μὴ, ὁμωνύμως λέγεται, ὃ λέγεται. Μόνος δὲ ἀληθὴς ἐκεῖνός ἐστιν ἄνθρωπος ὁ τὴν εἰκόνα σώζων, ὁ τὸ θεόσδοτον κάλλος μὴ ἀφανίζων, οἷος ὁ Ἰὼβ, ἀληθινὸς, οὐκ ἐπίπλαστος, ἔργοις τὴν τοῦ ἀνθρώπου δεικνὺς ἀρετὴν, οὐ σχήματι προσποιούμενος, ἢ σκηνικῶς ταύτην ὑποκρινόμενος. Ὅπερ δὲ πρότερον ἀπῄτει τὸν Ἀβραὰμ ὁ Θεὸς λέγων· Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος· τοῦτο καὶ νῦν ἡ Γραφὴ τῷ Ἰὼβ μαρτυρεῖ· Εἰποῦσα γὰρ ὅτι ἦν ἀληθινὸς, ἐπήγαγεν ὅτι καὶ ἄμεμπτος. Καί μοι τὴν λέξιν βασάνισον, ἵνα γνῷς τὴν πολλὴν τοῦ δικαίου ἀκρίβειαν· διὰ τί οὐκ εἶπεν ἀνέγκλητος, ἀλλὰ ἄμεμπτος; ὅτι τὸ μὲν ἔγκλημα ἐπὶ τῶν μεγίστων ἁμαρτημάτων τίθεται, ἡ δὲ μέμψις ἐπὶ μικρῶν τε καὶ ἐλαχίστων· οὐ μόνον οὖν, φησὶ, τῶν βαρυτάτων κακῶν ἀπείχετο, ἀλλὰ οὐδὲ τοῖς κουφωτάτοις ἁλῶναι ἠνείχετο, ἃ μέμψις μᾶλλόν ἐστιν, ἢ ἔγκλημα, καὶ κατάγνωσιν μόνον φέρει, οὐ κόλασιν. Ἀκύλας γε μὴν, καὶ Σύμμαχος, ἀντὶ τοῦ ἄμεμπτος, ὁ μὲν ἁπλοῦς ἐξέδωκεν, ὁ δὲ ἄμωμος· ὁ μὲν, τὸ ἀπόνηρον τοῦ δικαίου καὶ ἄπλαστον, ὁ δὲ, τὸ πρὸς ἀκρίβειαν ἠσκημένον εἰς ἀρετὴν αἰνισσόμενος. Ἄμωμος γάρ ἐστιν, ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ὁ ἀπὸ πάσης κακίας ἀπταίστως τὸν βίον αὐτοῦ διεξάγων· εἶτα μετὰ τὸ ἄμεμπτος, προστίθησι ὅτι καὶ δίκαιος, συναγωγὴ δὲ καὶ ἕνωσις πάντων τῶν καλῶν καὶ ἀγαθῶν ἐστιν ἡ δικαιοσύνη. Εἰ γάρ τι τῶν δοκούντων ἐπαινετῶν εἶναι, καθ' αὑτὸ δίχα τῆς λοιπῆς ἀρετῆς ἔν τινι γένοιτο, ἀτελὲς τοῦτο καὶ ἄχρηστον, μᾶλλον δὲ καὶ πολλάκις ἐναντίον καὶ ψεκτὸν εὑρίσκεται. Οἷον νοήμων καὶ συνετός τίς ἐστιν, εἰ μὴ δίκαια βουλεύοιτο, κακεντρεχὴς καὶ κακοήθης, οὐ φρόνιμος οὗτος. Περὶ γὰρ τῶν τοιούτων εἴρηται, Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν· πάλιν ἀνδρεῖος ἕτερος πρὸς τοὺς ἀγῶνας ἐστὶ καὶ κινδύνους· εἰ μὴ δικαιοπραγεῖν βούλοιτο, ὠμός ἐστι καὶ βίαιος, ὡς οἱ λέγοντες· Ἔστω δὲ ἡμῖν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης· τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται. Τῶν περὶ τὸ σῶμα [εἴ] τις ἡδονῶν κρατεῖ, ἀλλ' οὐκ ἂν εἴη σώφρων, φιλάργυρος, ἐρασιχρήματος, ἄσωτος, οὐκ ἐλευθέριος, ὁ χρημάτων εἰς ἐπιθυμίαν ἀφειδής. Καθόλου, πᾶν μόριον δικαιοσύνης, ἀπὸ τοῦ λοιποῦ καθάπερ σώματος, ἀποτετμημένον, οὐδέν ἐστιν. Ἡ δὲ πάντων ἁρμονία καὶ σύνοδος τῶν ἀγαστῶν, εἷς ἂν καὶ νομίζοιτο εὐλόγως 64.513 δικαιοσύνη· εἰ δέ τι τῶν θαυμαστῶν ἀπείη, σκάζει κατὰ τοῦτο καὶ ἠκρωτηρίασται, καὶ τὸ τῆς δικαιοσύνης ὄνομα ψεύδεται. Ὁ γὰρ δίκαιος πρῶτον ἐξ ἀνάγκης ἐστὶ σοφός· πῶς γὰρ ἂν τὰ δέοντα πράττοι, καὶ πᾶσιν εὐαρμόστως προσφέροιτο, μὴ τὴν ἑκάστου τάξιν καὶ δύναμιν συνιείς; Εἶτα σωφρονῶν, ἀκολασία γὰρ ἀδικία· φιλόθεος, Οἱ γὰρ εὐσεβεῖς, φησὶν, δίκαια ἐβουλεύσαντο, ἤπιος, φιλάνθρωπος, εὐεργετικός· καὶ καθάπαξ ἡ πάντων τῶν κατὰ τὸν ὀρθὸν λόγον πρακτέων συμφωνία, τὸν δίκαιον συμπληροῖ· καὶ τοῦτ' ἀκριβῶς ὁ Ἰεζεκιὴλ ἡμᾶς ἐσόφισε, δι' οὗ φησιν ὁ Θεὸς, Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην. Εἶτα διαγράφει τὸν δίκαιον, τὴν παντελῆ καὶ ὁλόκληρον ἀρετὴν ἐκ τῶν κατὰ μέρος συντιθείς· καὶ πρῶτον αὐτῷ τὴν εὐσέβειαν προσάπτει, λέγων· Ἀπὸ τῶν ὀρέων οὐ φάγεται· ἐν γὰρ τοῖς ὄρεσι τὰς εἰδωλολατρείας ἐπετέλουν. Εἶτα σωφροσύνην αὐτῷ προσεῖναι δεῖν λέγει· Καὶ τὴν γυναῖκα, φησὶν, τοῦ πλησίον οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ. Εἶτα καὶ τὸ πρᾶον αὐτῷ καὶ τὸ ἐπιεικὲς προσγράφει, Καὶ ἄνθρωπον, φησὶν, οὐ μὴ καταδυναστεύσῃ· πρὸς τοῦτο ἰδιοπραγεῖν αὐτὸν ἀποφαίνεται ἐν τῷ λέγειν· Καὶ ἅρπαγμα οὐχ ἁρπάσει· ἐλεήμονά τε καὶ κοινωνικὸν διατυποῖ λέγων· Τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ οὐ δώσει ἐπὶ τόκῳ, καὶ