1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

6

ἔχοντα τὸν ἀγροικότερον· οὐ γὰρ δανείσματα καὶ τόκους κατέλεξεν, οὐδὲ χρυσορόφους οἰκίας· ὅθεν οὐδὲν ἄπορον ἦν, ὥστε καὶ εὐποιεῖν δύνασθαι· ἀλλὰ καὶ πρόβατα, καὶ βόας, καὶ τὰ ἐξ ὡρῶν καὶ γεωργίας, ἐξ ὧν τοῖς δεομένοις ἐπήρκει. Ὅπερ γὰρ ἔφην, οὐκ ἐκ τιμίας ὕλης μεγαλαυχούμενον, ἀλλὰ τοῖς τῇ χρείᾳ συμμετρουμένοις ἀρκούμενον, τοῦτον ἡμῖν ἡ Γραφὴ τὸν βασιλέα παρίστησιν. Οὐχ ἵππων μέμνηται, καὶ ἁρμάτων χρυσοκολλήτων, ἢ ἀργυρίου καὶ χρυσίου θησαυρῶν, καὶ λίθων τιμίων, καὶ ἑτέρων τῶν τὴν φιλόπλουτον νόσον ἀναφλεγόντων, ἀλλὰ τῶν ἥκιστα τὴν χρείαν ἐκβαινόντων. Παῖδας γὰρ ἔχων, τοῖς χρήμασιν ἔμεινεν ἄτρωτος, εὐπορίαν τιθέμενος καὶ περιουσίαν, τῆς ἐπιθυμίας τὴν ἔνδειαν, καὶ φιλοτιμίαν, τὸ μὴ δεδουλῶσθαι τοῖς πάθεσιν. Ἐπειδὴ δὲ ὠβέλισται, τὸ, καὶ ὑπηρεσία πολλὴ σφόδρα, χρὴ εἰδέναι, ὅτι ὅσα ὠβέλισται, ἐν τῷ Ἑβραϊκῷ οὐ κεῖται, ὑπὸ δὲ τῶν Ἑβδομήκοντα μόνον πρὸς σαφήνειαν ἐτέθη. Τό γε μὴν τῇ τῶν ζώων ἐν διαφόρῳ γένει καταγραφῇ, πνευματικὴν θεωρίαν ἐπάγειν, ὀνειροκριτικὸν ἅμα καὶ περιττόν. «Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς, τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ὁ μέντοι Σύμμαχος, μέγιστος πάντων τῶν ἀνατολικῶν, ἐκδέδωκε. Πάντων, φησὶ, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπροὺς, ἀλλ' οὐδὲν τούτων ἐπῆρεν αὐτὸν εἰς ὑπερηφανίαν. «Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, 64.521 ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν.» Σύμφωνον δὲ ἔχοντες τὴν ἀρετὴν, καὶ ἐν τοῖς αἰσθητοῖς ἦσαν ἀστασίαστοι, πρὸς ἀλλήλους πορευόμενοι, καὶ οὐ πόῤῥω, οὐδὲ πρὸς ἄλλους ἐπιμιξίας ποιούμενοι· ἐποιοῦντο δὲ καὶ τὰς ἀδελφὰς, τοῦ σώφρονος μάρτυρας· οὐ γὰρ ἀλλοτρίας τινὰς ἐπὶ τὰς φιλοτησίας καὶ τὰ δεῖπνα ἐκάλουν, ἀλλὰ τὰς ἀδελφὰς συμπαρελάμβανον, ὅπερ σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος. Ἀλλὰ τὴν τούτων ὁμόνοιαν καὶ συνουσίαν, εἰς τὴν ἀθρόαν κατ' αὐτῶν ἐπιβουλὴν, εὗρεν ὁ διάβολος, τοῦ πάντας ἅμα καταβαλεῖν ἐν τῷ οἴκῳ τοῦ ἀδελφοῦ τοῦ πρεσβυτέρου. «Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς, ἀνιστάμενος τὸ πρωΐ.» Ὁρᾷς καθαρισμὸν οὐχὶ Μωσαϊκὸν, ἀλλ' ἀποστολικὸν, τὴν διάνοιαν αὐτοῖς, ἀλλ' οὐ τὸ σῶμα, ταῖς εὐχαῖς ἀποσμήχοντα. Τινὲς δέ φασιν, ὅτι καὶ οἱ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδὲκ, ἀχειροτόνητοι· τοῦτο οὖν δηλοῖ τὸ, ἀπέστειλεν. «Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν.» Ὁ μὲν Θεὸς ἀόρατος πάσῃ γενητῇ κτίσει, ἄποσος, ἀμεγέθης, πανταχοῦ παρὼν, καὶ τοῖς πᾶσιν ἐφιστάμενος, τὰ πάντα περιλαμβάνων, καὶ οὐκ ἔστι τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας, πάρεστιν ἑκάστῳ, καθὸ προσήκει· τοῖς μὲν γὰρ ἁγίοις ἀγγέλοις, ὡς ἁγίοις, ἀποῤῥήτους φωνὰς ἐπιταγμάτων ἐπιπέμπων, τῷ πονηρῷ δὲ, ὡς πονηρῷ, συγχωρήσεις πειραστικὰς ἀνθρώπων ἐφιείς· οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα συγχωρεῖται παρὰ Θεοῦ. Καὶ οὐχ ἵσταται μὲν εἰς τοὺς ὑπερουρανίους τόπους, μὴ γένοιτο· ἐκεῖθεν γὰρ ἐξεκυλίσθη· Πῶς γὰρ, φησὶν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; Λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων, ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ Θεοῦ τυγχάνων, καὶ ἀναμένων ἐπιτραπῆναι, ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς· οὐ λειτουργίαν τινὰ ταύτην ἐκπληρῶν τῷ Θεῷ, ἀλλ' ἐπειδήπερ ὑπὲρ τῆς παρατροπῆς καὶ τῆς κακίας εἰς τοῦτο κατηνέχθη, καὶ μέμηνε καθ' ἡμῶν. Συγχωρεῖται ὑπὸ τοῦ τὰ ἡμέτερα καλῶς διοικοῦντος, πρὸς ἃ φέρειν δυνάμεθα, τοὺς πειρασμοὺς ἡμῖν ἐπάγειν· ταῦτα οὖν αὐτὰ διατυπώσασα ἡ Γραφὴ, διὰ τὴν ἡμετέραν νόησιν κατὰ σχηματισμὸν τὸν λόγον προήγαγε. Τὸ δὲ, Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, ἀντὶ τοῦ, ἧκέ τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη, καὶ ὁ ἀθλητὴς κατέβη