1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

7

πρὸς τὰ παλαίσματα. Ἐπειδὴ δὲ οἱ ἅγιοι ἄγγελοι κήδονται ἡμῶν, καὶ περιέπουσιν· ὁ δὲ διάβολος ἀντιπράττει τῇ ἡμετέρᾳ σωτηρίᾳ, καὶ περὶ τὸ αὐτὸ πρᾶγμα, τουτέστι τὸν ἄνθρωπον, ἀντιφέρονται ἀλλήλοις· ὁμοῦ παρεστάναι λέγονται, τοῦ Θεοῦ τὰ 64.524 πραττόμενα ἐφορῶντος· νικῶμεν δὲ ἡμεῖς, ἢ ἡττώμεθα, οὐ παρὰ [τὴν] τῶν ἀντιπραττόντων δύναμιν, ἢ τὴν τῶν συμμαχούντων ἀδυναμίαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. Ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθὰ, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη, εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ. Οὔτε γὰρ Θεὸς βιάζεται, τιμήσας ἡμᾶς τῷ αὐτεξουσίῳ, οὔτε διάβολος ἀναγκαστικήν τινα δύναμιν κέκτηται καθ' ἡμῶν, ἀλλὰ κατὰ προαίρεσιν εἴτε κατορθοῦμεν, ἢ ἁμαρτάνομεν, ἀγγέλοις, ἢ δαίμοσι προσκλινόμενοι. «Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, Πόθεν παραγέγονας;» Τί δὲ ἄρα σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος, καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων, τὸ ἀκάθαρτον παῤῥησιάζεται; Οὔτε οἱ ἄγγελοι τῷ Θεῷ σωματικῶς παρέστησαν, οὔτε ὁ Σατανᾶς· ἀλλὰ πᾶσα ὑπουργία, παράστασις λέγεται· ὡς κτίσμα οὖν Θεοῦ, καὶ ὁ διάβολος κελεύεται ποιεῖν τὰ καθήκοντα· εἰ γὰρ καὶ ἀφηνίασε τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖται τῆς δουλείας, καὶ κελεύεται ὡς δήμιος πρᾶξαι τὰ προσταττόμενα. Καὶ ὥσπερ οἱ παρ' ἡμῖν ἄρχοντες, ὅταν μέν τινα μετὰ τιμῆς καλῶσι, τοὺς ἐντίμους ἀποστέλλουσιν, ὅταν δὲ μετὰ ἀτιμίας ἕλκωσιν, ὠμούς τινας στρατιώτας πέμπουσιν· οὕτω καὶ ὁ Θεὸς, τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν, ὅταν δὲ τιμωρήσασθαι βούλεται, ταῖς κακοποιοῖς ἐπιτρέπει δυνάμεσιν. Ὅθεν καὶ Παῦλος τὸν ἐν Κορίνθῳ παρανομήσαντα, τῷ Σατανᾷ Παραδίδωσιν εἰς ὄλεθρον τῆς σαρκὸς, καὶ ἄλλους πάλιν, ἵνα μὴ βλασφημῶσιν. «Καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι.» ∆ιὰ τοῦ κατ' ἐρώτησιν καὶ ἀπόκρισιν προαγαγέσθαι τὸν λόγον, μᾶλλον διέγραψε τὴν ἀλήθειαν ἡ Γραφὴ, καὶ πᾶσαν ἐκκόπτει τῶν ἀναισχύντων τὴν πρόφασιν. Ἃ γὰρ λέγει πρὸς τὸν Θεὸν εἰρηκέναι τὸν διάβολον, οὐκ εἶπε μὲν, ἐνεθυμήθη δέ· οὐ γὰρ αὐτῷ μετέστη παῤῥησίας ταύτης. Ἐκ δὲ τοῦ λέγειν, ὅτι πανταχοῦ περίεισι, πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκ ἔτι βεβαίαν ἔχει τὴν ἔνστασιν, ἀλλ' ἀστάτως πανταχοῦ περιφέρεται, τὴν κατὰ πάντων ἀνθρώπων ἀναδεξάμενος μάχην. Ἔπειτα μανθάνομεν, ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ Θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν Θεὸν ἐπίταγμα δεχόμενοι· διάβολος δὲ οὐδὲν δυνήσεται ποιῆσαι τῶν καθ' ἡδονὴν αὐτῷ, μὴ συγχώρησιν ἄνωθεν λαβών. Εἰ γὰρ καὶ ἀφηνίασε, καὶ ἔξω τοῦ θεραπεύειν ἐστὶ τὸν Θεὸν, ἀλλ' ὅμως ὁ φόβος ἔγκειται καθάπερ χαλινὸς, καὶ οὐ συγχωρεῖται τῇ ἐξουσίᾳ χρήσασθαι τῇ ἑαυτοῦ. Ἀλλ' ὅρα, ἐκεῖνοι μὲν παραγίνονται καθάπερ οἰκέται, ἀναφέροντες τὰ 64.525 πραττόμενα· οὗτος δὲ οὐδὲν ἔχει εἰπεῖν. Ὁ οὐρανὸς τοίνυν ἄβατος τῷ πονηρῷ δαίμονι τούτῳ, καὶ οὐδὲ κατὰ ταυτὸν πανταχοῦ πάρεστιν, ἀλλ' ἐκ περιόδου Τὴν ὑπ' οὐρανὸν δὲ, φησὶν, ἵνα αἰνίξηται καὶ τὴν ἔρημον, καὶ εἴ τι ὑπόκειται τῷ οὐρανῷ, καὶ τὸν ἀέριον τόπον· περινοστεῖ δὲ καὶ τὴν ἀοίκητον, κατά τινα ἴσως οἰκονομίαν Θεοῦ, ὡς ἂν μὴ διαπαντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει. «Καὶ εἶπεν αὐτῷ ὁ Κύριος, Προσέσχες τῇ διανοίᾳ σου, κατὰ τοῦ θεράποντός μου Ἰώβ;» Ἐκ τούτου μανθάνομεν, ὅτι ἐβούλετο μὲν ὁ Θεὸς τὸν Ἰὼβ πειρασθῆναι, καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον· διὰ γὰρ τοῦτο ἐρωτᾷ τὸν διάβολον, ἵνα αὐτῷ δῷ ἀφορμὴν τῆς πάλης, οὐκ ἤθελε δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμὴν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι. Ὅρα δὲ, πῶς κατὰ μικρὸν ὁ τῆς διαλέξεως τρόπος ἐλέγχεται· οὐκέτι γὰρ δεικνύει ῥημάτων αὐτὸν ἀπαγγελίαν ποιούμενον, ἀλλ' ὅτι Προσέσχες τῇ διανοίᾳ σου; ἢν ὡς