1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

10

συμφορὰν χαλεπωτέραν ἐργάζεται. Τὸ μέντοι, Ἐσώθην ἐγὼ μόνος, ἐπὶ μὲν τῶν ἄλλων ὅπως δήποτε λόγον εἶχεν, ἐνταῦθα δὲ πλέον ποιεῖ τὸ πάθος, εἴγε τῶν παίδων ἀπελθόντων, οὗτος ἐσώθην μόνος ὁ τὴν ἀγγελίαν κομίζων. Ὅθεν μοι δοκεῖ, αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων, αὐτὸς ὁ πρόξενος τῶν κακῶν, πολυτρόπως παραγενόμενος, καὶ μεμηχανημένως τὰς ἀπαγγελίας ποιούμενος. ∆ιὰ τοῦτο συνεχῶς ἐπιφοιτᾷ, καὶ πονηρῶς διαλέγεται, καὶ τὰ χαλεπώτερα τῶν κινδύνων τίθεται τελευταῖα· ἵνα τοῖς ἥττοσι προσδιαφθείρας τὴν δύναμιν τῆς ψυχῆς, τῶν μειζόνων ἀνύποιστον παρασκευάσῃ τὴν ἔφοδον. Ὅτι δὲ οὐκ ἦν τῶν θεραπόντων εἷς, ὁ τὰς ἀγγελίας φέρων, ἐκεῖθεν δῆλον· πῶς γὰρ ἡ οἰκία, ἡ ἐκ τῶν τεσσάρων γωνιῶν ἁλοῦσα, διέσωζε τὸν ἕνα; πῶς δὲ καὶ καθ' ἑκάστην πληγὴν, εἷς, καὶ μόνος, ἦν ὁ κρείττων εὑρισκόμενος τῶν κινδύνων, καθάπερ εἰς τοῦτο τηρούμενος; ἀλλ' αὐτὸς ἦν, ὁ καὶ ἐνεργῶν, καὶ ἀπαγγέλλων τὰ δυσχερῆ. Οὐδὲ γὰρ εὑρίσκεται πικρότερος ἄλλος, διόπερ οὐδὲ ἑτέρῳ κατεπίστευσε τὴν τῶν τοιούτων πονηρῶν δραμάτων διακονίαν. Ποικίλλει δὲ τὰς πληγὰς ὁ σοφὸς τὴν κακίαν, μηδὲν διανοούμενος μέτριον, ἵν' οὕτως τὰ τῆς ψυχῆς ὀχυρώματα, ταῖς κατὰ μέρος προσβολαῖς κατασείσῃ· καὶ καθάπερ τις μηχανὰς τείχεσι προσάγων, τὸν πολεμούμενον παρακρούεται, κλέπτων πολυτρόποις ἐπιβουλαῖς τὴν ἀσφάλειαν· οὕτως ὁ βάσκανος, κατά τινα τάξιν ἐν ἀταξίᾳ, καὶ ἀσεβείᾳ, τῷ τῆς εὐσεβείας πύργῳ τοὺς κινδύνους ἐπήγαγε. «Οὕτως ἀκούσας Ἰὼβ, ἀναστὰς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ.» Εἰ οὖν διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκεί 64.533 ρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος· καὶ ἔδει, καὶ τὴν τῆς φύσεως δειχθῆναι συμπάθειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μὴ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόμισεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην· διὰ τοῦτο, καὶ τὰ σπλάγχνα δείκνυσι, καὶ τῆς φιλοσοφίας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη. Μὴ νομίσῃς ἧτταν εἶναι τὸ πρᾶγμα· τοῦτο μάλιστα δείκνυσι τὴν νίκην· εἰ γὰρ μὴ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, ὅτι ἀναίσθητον αὐτὸν κατεσκεύασεν ὁ Θεὸς ἐν τοῖς πάθεσι. Νῦν δὲ δείκνυσιν, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ· ὄντως ἐπὶ τὴν πέτραν ἑαυτοῦ τὴν ψυχὴν ᾠκοδόμησε. Κατέβη ἡ βροχὴ, Πῦρ γὰρ, φησὶν, ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ, καὶ συνεχεῖς, καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνεμοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· Εἰπὸν γὰρ, φησὶ, τὶ ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐχ ὑπεσκελίσθη ἡ ψυχὴ, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ εὐχαρίστησε, καίτοι διάβολος ἦν ὁ πολεμῶν, ὁ πονηρὸς, ὁ ἄγριος, ὁ μηδέποτε καταλλαττόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσπονδον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγε μαγγανείαν. Καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν, ἀλλὰ κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ γεννάδας, καὶ τὸν ἀφόρητον πόλεμον ἐκεῖνον γενναίως ἤνεγκεν· καὶ ταῦτα οὐκ ἐν τῇ χάριτι, ἀλλὰ πρὸ τῆς Παλαιᾶς ∆ιαθήκης, καὶ πρὸ τῆς χάριτος· καὶ ἔδειξεν, ὅτι οὐχ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία, τὴν πτῶσιν ποιεῖν εἴωθεν· ὡς τόν γε ἰσχυρὸν, καὶ ἰσχυρότερον ἡ θλίψις ἐργάζεται· Ἡ θλίψις γὰρ, φησὶν, ὑπομονὴν κατεργάζεται. Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων, ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα, καὶ πάντοθεν ῥιπίζουσα, οὐκ ἀνασπᾷ, ἀλλὰ καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν παγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν θλίψεων ἐπαγωγαὶ οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καὶ τὴν ἀνθρώπου ἀρετὴν βλάψαι οὐ δύνανται. Τί δέ ἐστιν ἀρετὴ ἀνθρώπου; Οὐ χρήματα, ἵνα