1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

15

τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου.» Τί δήποτε καθ' ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων, καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν. «Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ;» Ἤδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου· ἀλλὰ βούλεται ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν. «Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· Προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ; ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς· ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι.» Ὁ μὲν διάβολος κρύψας τὴν ἧτταν, τῇ πρώτῃ κέχρηται φωνῇ· καὶ Περιελθὼν, φησὶ, τὴν γῆν πάρειμι. Ὁ δὲ Θεὸς, ὃ ἔκρυψε φθονῶν ἐκεῖνος, ἐκκαλύπτει· καὶ ἐπειδὴ ἐρωτήσας οὐκ ἔμαθε παρ' αὐτοῦ τὴν ἧτταν ἣν ὑπέστη, αὐτὸς αὐτὴν στηλιτεύει, καὶ τοῦ δικαίου τὴν νίκην ἐκφαίνει· Ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. Τί οὖν; Εἰς τοῦτο ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας, ∆ός μοι τὰ ὑπάρχοντα τοῦ Ἰώβ; διὰ τί κρύπτεις τὸν ἀγῶνα; ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης. Προσέσχες τῷ θεράποντί μου; ὅτι οὐκ ἔστι κατ' αὐτὸν, ἄνθρωπος ἄκακος. Μὴ παραδράμῃς ἁπλῶς τὸ ῥηθὲν, ἀλλ' ἐπισήμηναι, ὅτι ἐν πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ, ἄκα 64.548 κος· ἀλλὰ μὴ μνησθεὶς τοῦ ὀνόματος τούτου πρότερον, νῦν αὐτῷ προσέθηκε τὸν τῆς ἀκακίας στέφανον, ἐπειδὴ τὰ κακὰ εὐχαρίστως ἤνεγκεν. Εἴ τι οὖν καὶ δοκεῖ ἐν τοῖς ἑξῆς φθέγγεσθαι τολμηρὸν, τῇ ἀκακίᾳ προσλελόγισται. Φησὶ δὲ καὶ αὐτὸς ὕστερον ὁ Ἰὼβ, Οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου. Τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται· οὐ γὰρ τοῖς πράγμασιν, ἀλλὰ τῇ προθέσει τῶν ποιούντων, δικάζομεν. Ὑβρίζει υἱὸς πατέρα, καὶ τὸ πρᾶγμα ἀνόσιον, καὶ ὡς πατραλοίας κατακρίνεται, ὅτι φωνὴν ἐναντίαν ἔῤῥηξε πατρὶ, καὶ τὴν ἑαυτοῦ ῥίζαν δυσφημῆσαι ἐτόλμησε· παιδίον δὲ ἄκακον, κἂν τύψῃ τὸν πατέρα, ἢ τὴν μητέρα, ἡ ὕβρις πάσης εὐφροσύνης ποθεινοτέρα. Πολλάκις οὖν μητέρες εἰς ὕβριν τὰ τέκνα διερεθίζουσιν, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ, ἀλλὰ τῷ ἀκεραίῳ, καὶ ἀφελεῖ τοῦ ἤθους, ἐπαγαλλόμεναι· οὕτω ὁ Θεὸς εἰδὼς, ὅτι οὐκ ἐκ κακίας φθέγγεται, δέχεται τὰ παρὰ τοῦ Ἰὼβ, εἰς κρίσιν καλούμενος παρ' αὐτοῦ· ἀκακίας γὰρ τὸ ῥῆμα, οὐ πονηρίας Μάτην αὐτοῦ, φησὶ, τῇ περιουσίᾳ ἐφθόνησας, εἴπας, προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα. Ἐγυμνώθη τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς εὐσεβείας. Οὐκ ἐθέλησας, ὦ ἀναίσχυντε, ὡς Θεῷ, μοὶ πιστεῦσαι. Ἀπὸ τῆς πείρας γοῦν, οὐκ ἔδει πιστωθῆναι λοιπὸν, ὅτι μὴ ταῖς εὐπραγίαις τὴν φιλοσοφίαν ὁ ἐμὸς θεράπων μετρεῖ; Ὅρα δὲ, οὐκ εἶπεν, ὅτι διακενῆς ἀπώλετο τὰ ὑπάρχοντα, ἀλλὰ, Σὺ εἶπας ἀπολέσαι διακενῆς· ἐπεὶ αὐτὸς μισθὸν οὐ τὸν τυχόντα ἔλαβε τῆς ἀπωλείας. «Οὐ μὴ δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ὠμὸν τὸ θηρίον καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται· οὐκ ἀπορεῖ πονηρίας, εὑρίσκει πάλιν ἐπίνοιαν. Οὐδὲν, φησὶ, μέγα, εἰ ἀπώλεσε κτήματα, ἡδέως πάντων καταφρονήσας, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλὰ μὴν εἰ τὴν ψυχὴν οὐ δίδως λαβεῖν; Τοῦτο γὰρ ἐνέφηνε ζητῶν διὰ τοῦ λέγειν· Πάντα ὑπὲρ τῆς αὐτοῦ ψυχῆς ἐκτίσει· τὸ γοῦν σῶμα πλῆξον. ∆ιὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο ᾔτησεν; Ἐλογίσατο ὅτι εἰ συμβῇ αὐτὸν ἡττηθῆναι, βέλτιον ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν· εἰ δὲ μὴ, ἀπὸ τοῦ σώματος περιέσομαι. Οὐ πολλοῦ λόγου, φησὶ, τὰ χρήματα τοῖς ἀνθρώποις· ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς, ἅπαντα διδόασιν. Οὐχ ἁπλῶς δὲ, τῶν σαρκῶν, εἶπεν, ἅψαι, ἀλλ' ὥστε καὶ ἔνδοθεν τεχθῆναι τὸ κακὸν, οὕτω μετὰ