1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

21

ἐφημέρου ἕνεκεν τροφῆς, ἡ τοσαύτην χορηγίαν τῶν ἀγαθῶν κεκτημένη. Ἵνα εἴπῃ· Οὐ μόνον τοὺς παῖδας ἀπολελώκαμεν, τῆς ἡμετέρας μνήμης τὴν ὑπόθεσιν, καὶ αὐτὸς δὲ σὺ ὑπὸ τοσούτων κατέχῃ δεινῶν, ἀλλὰ καὶ τὴν ἐσχάτην πενίαν ὑπέστημεν, μισθωτῶν δίκην τὴν τροφὴν ἑαυτοῖς ἐκλέγοντες, οἱ ἄφθονον τοῖς δεομένοις τὴν χορηγίαν παρέχοντες· ἐγὼ γοῦν οὐδὲ δουλείας εὐπόρησα, οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἐστιν, ἀλλὰ περίειμι δουλεύουσα, καὶ προσαιτοῦσα ἀθλίως, ἡ πρὶν ἐλευθερίως τραφεῖσα. Ὅρα, πῶς πλέκει τοῖς ἐκείνου τὰ ἑαυτῆς· οὐκ ἰσχύει, φησὶ, τὰ σὰ, κρατείτω τὰ ἐμά. Εἰποῦσα δὲ ὃ πάντων ἐστὶν ἐλεεινότατον, τὸ, οἰκίαν ἐξ οἰκίας ἀμείβειν, οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ' ἐπήγαγε, λέγουσα· «Προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν ὀδυνῶν αἵ με συνέχουσι.» Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ τὸ σκότος. Καὶ ἡ νὺξ, αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμύθιον γίνεται τῶν κακῶν· παρακαλεῖ με καὶ ἵστησι τῶν πόνων, ἡμέρα, τὸν ἥλιον πρὸς τὰς δυσμὰς παραπέμπουσα· νὺξ γὰρ θεραπεύειν οἶδε τὴν κακίαν, τὸ σκότος ἔχουσα ἐνδιαίτημα. Ἀπειποῦσα μέντοι πρὸς τὰς συμφορὰς, καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη, ὑποτίθεται τῷ δικαίῳ, ταύτην αὐτῷ τῶν κακῶν λύσιν ἀπολελείφθαι, τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν Θεὸν, καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι καθ' ἑαυτοῦ· κακοτέχνως δὲ τὴν τοιαύτην εἰσηγεῖται βουλὴν, ἔκ τε τῶν τοῦ ἀνδρὸς, καὶ τῶν ἑαυτῆς συμφορῶν, τὸν λόγον κατασκευάζουσα. Τὰς τῶν ὠδίνων, φησὶ, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ τὸ μνημόσυνόν σου, τοὺς παῖδας καταλίπῃς· ἐξεκόπη τούτων ἡ ἐλπὶς, πάντες ἀπώλοντο, ἄῤῥενες ὁμοῦ, καὶ θήλειαι· εἰς τίνα λοιπὸν ἀναβλέψω; εἰς σὲ, τὸν τούτων πατέρα, τῶν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπεῤῥιμμένον; εἰς ἐμὲ, τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, καὶ μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην, ἀλλ' εἴ τι μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς Θεὸν, παροργίζων αὐτὸν, ἵνα σε ἀνέλῃ· αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις· διὸ ἐπάγει· «Ἀλλὰ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα.» Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν 64.565 παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν· καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει, τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει. Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν· ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ· διὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ μέμνηται, τὰ δὲ συμβάντα, ἄνω καὶ κάτω στρέφει. Σὺ δὲ, μετὰ τῶν εἰρημένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συμβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας· πολλοὶ γοῦν, καὶ χωρὶς συμφορῶν, ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης· κἀνταῦθα δὲ ὡς ἰσχυρώτερον τῶν προλαβόντων μηχανημάτων, ὕστερον τὴν γυναῖκα τῷ δικαίῳ προσάγει· ὡς εἶθε καὶ ταύτην ἔλαβες, ὦ πονηρὲ, εἶθε μετὰ τῶν παίδων κατέχωσας. Τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐτὸν εἰς αὐτὴν τυπωθέντα, ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν εἰκὸς τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἰ μή τις εἴποι, τῇ συμφορᾷ περιτραπεῖσαν τοιαύτην γεγενῆσθαι· εἰκὸς δὲ, μὴ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλῷ τούτων χαλεπώτερα παρὰ τῆς γυναικὸς ἀκοῦσαι τὸν δίκαιον. Καὶ ὅρα διαβόλου πονηρίαν· ἐνενόησε τὴν Εὔαν· γυνὴ