1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

23

διδάσκομεν τὸν ∆εσπότην ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν, ὅπως βούλεται τάττει τὰ καθ' ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου ∆εσπότου τὴν κρίσιν, ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα· ὅπερ ἂν δῷ σοι, τοῦτο 64.569 δέχου μεθ' ἡδονῆς, δεῖξον ἐν τοῖς ἀλγεινοῖς, ὡς καὶ τῆς εὐφροσύνης ἄξια τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγεν. Ἔδειξε διὰ τοῦ βλέμματος, τὸν κατὰ τῆς ἁμαρτίας μέγιστον ζῆλον (ὀφθαλμὸν γὰρ κατήγορον τῶν κρυπτομένων ἡ φύσις ἐγνώριζε), καὶ ὁ τὴν τοιαύτην ἔφοδον τοῦ πονηροῦ πράως καὶ φιλοσόφως διενεγκὼν, τὴν πρὸς κακίαν παράκλησιν οὐχ ὑπέμεινε, μείζονα τῶν τοῦ σώματος βελῶν τὴν πονηρὰν ἀκοὴν ἡγησάμενος, καὶ τῇ γυναικὶ ἐπετίμησεν. Ὥσπερ γὰρ, φησὶ, τὴν θεραπείαν εὐθύμως προσηκάμεθα, οὕτω καὶ τὴν παιδείαν σωφρόνως ἐνέγκωμεν· ἀγαθὰ γὰρ λέγει, τὰ εὐφραίνοντα, κακὰ δὲ, τοὺς πειρασμούς. Τὸ δὲ, ὥσπερ μία τῶν ἀφρόνων ἐλάλησας, τινὲς εἰς τὴν Εὔαν ἐξέλαβον· Ἐκείνην, φησὶν, ἐμιμήσω τὴν πρώτην δεξαμένην τῆς ἁμαρτίας τὸ νέφος, καὶ συμβουλαῖς ὁμοίαις παρακρουσαμένην, τὸν εἰκόνι Θεοῦ τετιμημένον ἐκεῖνον, καὶ πάσης κακίας ἐλεύθερον. Ὁ γὰρ μακάριος οὗτος πανταχόθεν βαλλόμενος ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη· ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων, κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμώτερος ἐγίνετο, ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ, ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὔτε κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν, καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης διεταράχθη, καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες, ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας, ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου, τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο. Καὶ καθάπερ στρατιώτης γενναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν καὶ σφενδόναις, καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων, καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐδὲ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου, ἀλλ' ὅμως ἁπάντων ὑπερηνέχθη τῶν δικτύων, καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων· καὶ 64.572 τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ, καὶ πάντα μεθ' ὑπερβολῆς, καὶ πάντα ὑφ' ἕν. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλ' ὑφ' ἓν καὶ ὁμοῦ· οὐ μικρὰ δὲ αὐτὴ πειρασμῶν προσθήκη. Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων, πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγιείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ, καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπήλαυσε παραμυθουμένης τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης· εἰ δὲ μὴ γυναικὸς ἀπήλαυσε τοιαύτης, ἀλλ' οὐχ οὕτω συμβουλευούσης ὀλέθρια, εἰ δὲ καὶ οὕτω συμβουλευούσης ὀλέθρια, ἀλλ' οὐχὶ καὶ τοὺς