1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

27

ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.» Ἀλλὰ τί λέγεις; ἀσεβὴς ἐγὼ καὶ πονηρός, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; Εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν· οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας, καὶ τὸ μέγιστον, ὅτι οὐδ' ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσομένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως, διότι πάντων ἐστὶ λύσις τῶν δεινῶν. «Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.» Πρὸς δὲ διάνοιαν, ὁ ἱερὸς μακαρίζει λόγος τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου. Οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνευματικὰ τῆς πονηρίας, κρείττονες γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς, τουτέστι τοῦ διαβόλου, ὃς τοὺς ὑπ' αὐτοῦ προαιρετικῶς γεγονότας, ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ, τὸ 64.581 πράττειν τὰ αὐτῷ καταθύμια. Ἀλλ' οἱ δίκαιοι ἐπειδήπερ αὐτοῦ οὐκ ἤκουσαν, ὥστε τὰ φαῦλα πράττειν, ταύτητοι ὁμοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εὐθηνοῦνται. «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.» Πολλὴ, φησὶ, κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐλευθερία καὶ ἰσοτιμία· οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι μεταβολὴν, καθάπερ ἐνταῦθα· κακῶν ἐστιν ὁ θάνατος ἐμπόδιον, ταλαιπωρίας λύσις. Τὰ δοκοῦντα εἶναι δεινὰ, λέλυται· καὶ ὁ πάλαι δεδοικὼς τὸν ἑαυτοῦ δεσπότην, ἐκεῖ οὐ φοβεῖται. Πάντες ἐκεῖ τυγχάνουσι, μικρός τε καὶ μέγας, τουτέστιν, καὶ ὁ ἐν ἀξίᾳ, καὶ ὁ ἐν ταπεινότητι. «Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;» Χρυσοστόμου καὶ Πολυχρονίου. Κἀνταῦθα τοίνυν οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥήματα, μὴ γένοιτο· τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα, οὐχ ὁμοίως ὑποληπτέον· ἀλλ' ἀλγοῦντος, καὶ ζητοῦντος, διὰ τί οἱ ἐν συμφοραῖς ἐξετάζεσθαι μέλλοντες, εἰς τὸν βίον παρέρχονται; τοῖς μὲν γὰρ λοιποῖς, ἢ κατὰ τὸν βίον λαμπροῖς, ἢ ἐν ὑγείᾳ σώματος οὖσι, φέρει τινὰ παραμυθίαν ἡ εἰς κοινὸν αὕτη διατριβή· οἱ δὲ τούτων μὲν οὐδενὸς μεθέξοντες, ταλαιπωροῦντες δὲ κατὰ τὸν βίον μόνον, οὐκ οἶδ' ὅ τι τὸ κέρδος εἰς ζωὴν παρερχόμενοι ἕξουσι, καὶ οἱ μὲν ἄλλοι ἴσως τι καὶ ὠφελοῦσι τὸν βίον, οὗτοι δὲ τί; Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχὶ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός· ἐπάγει γοῦν· «Οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς· περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι.» ∆ιὰ τοῦτο φησὶ, Καιρὸς τῷ παντὶ πράγματι. Καὶ πάλιν, Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὑτοῦ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσι, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν! Καὶ αὖθις, Ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ, καὶ ἐλασσουμένῳ ἐν ἰσχύϊ, ἐσχατογήρῳ, καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν. ∆ιὰ τοῦτο καὶ ὁ Ἰὼβ ἐν συμφοραῖς ὢν ἐπιθυμεῖ τοῦ θανάτου, καὶ ταῦτα λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ, Εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα, μὴ νομίζῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν. Ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος ἑαυτῷ, καὶ μέγα τι νομίζων ἀγαθὸν, τὸν θάνατον, παρὸν αὐτὸν εὑρεῖν, οὐκ ἐτόλμησεν. 64.584 «Θάνατος ἀνδρὶ ἀνάπαυμα· συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ.» Ἀπόφασίς ἐστιν αὕτη· Εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ Θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὸν ἐποίησεν, ἵνα μὴ ἐπιτρέχωμεν τῷ θανάτῳ. «Φόβος γὰρ ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι.» Τοῦτο ἄρα τὸ αἴτιον ἦν, τὸ ἐν τοσούτῳ χειμῶνι, καὶ κύμασιν οὕτως ἀποῤῥήτοις, τὸν δίκαιον στῆναι γενναίως, ὅτι ὅτε ἐπλούτει, προσεδόκα πενίαν· ὅτε ὑγίαινεν, ἤλπισε νόσον· ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπισεν ἔσεσθαι· καὶ τοῦτον ἀεὶ τὸν φόβον παρ' ἑαυτῷ, καὶ τὴν