1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

31

συμφορὰ, πάντων ὁμοῦ τῶν δεινῶν ὑπόθεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις. ∆ευτέρα δὲ μετ' ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πληγή. Τίς γὰρ τοιαύτην ἐδέξατο; Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πανταχόθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία· καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον καὶ τοιαύτῃ τηκεδόνι σηπόμενον, ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν, Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος. Τί ταύτης τῆς τιμωρίας γένοιτο χαλεπώτερον; Οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν· Ὥσπερ ὀσμὴ λέοντος, φησί· δυσ 64.593 ῶδες γὰρ τὸ θηρίον τοῦτο μεθ' ὑπερβολῆς· ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων φαυλότερον ἐποίησεν ὁ Θεός· φασὶ δὲ, ὅτι καὶ τὰ λείψανα τῆς τούτου τροφῆς ἄβρωτά ἐστι τοῖς ἄλλοις ζώοις, διὰ τὴν ἐπιπνεομένην αὐτοῖς ἐξ αὐτοῦ δυσοσμίαν. Τί οὖν ἄν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινὸν, καὶ μηδὲ ἑρμηνευθῆναι δυνάμενον; τὸν ἑκούσιον, τὸν ἀκούσιον, οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ εὑρίσκω ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει· καὶ γὰρ παρακειμένης ἀπείχετο τῆς τραπέζης, καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων· τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προαπαντῶσα, κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας· καὶ τοῦτο δηλῶν, ἔλεγε, Βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου. Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι ἐβιάζετο, ἡ δὲ ὑπερβολὴ τῆς δυσωδίας, τῆς ἐκ τῶν σαρκῶν γινομένης, ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. ∆ιὰ δὴ τοῦτο, ὡς εἶπον, οὐκ ἔχω πῶς αὐτὸν καλέσω· ἑκούσιον; ἀλλ' ἐβούλετο ἀπογεύσασθαι τῶν προκειμένων· ἀλλ' ἀκούσιον; ἀλλὰ παρῆν τὰ σιτία, καὶ οὐδεὶς ὁ κωλύων ἦν. «Τίς γάρ μου ἡ ἰσχὺς, ὅτι ὑπομένω;» Ποίαν ἔχω δύναμιν, ὥστε τηλικαῦτα καρτερῆσαι; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ' ἀπὸ εὐλαβείας, καὶ φόβου Θεοῦ· ἢ γὰρ ἂν ἑαυτὸν διεχειρίσατο· νῦν δὲ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. «Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρῆλθόν με.» Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἔργον, τὸ καὶ τοὺς οἰκείους ὑπερορᾷν τοιαῦτα πάσχοντας. Ὅταν γὰρ αὐτὸς ἀποστῇ, καὶ γυμνωθῇ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ὁ ἄνθρωπος, πάντα ἐχθρὰ καὶ πολέμια. Πῶς οὖν, φησὶ, καὶ μεγέθει κακῶν περιπεπτωκότι, καὶ τῆς παρὰ πάντων ἐκτὸς καθεστῶτι παραψυχῆς ἐγκαλεῖτε, ἀνιωμένῳ, καὶ δακνομένῳ ἐφ' οἷς ἀδοκήτως πάντα εἰς τοὐναντίον μοι περιέστη; «Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι.» Χρυσοστόμου καὶ Πολυχρονίου. Τί λέγω, φησὶν, ὡς διέπτυον οἱ ἐγγύτατοι; ἐπέτριβον μὲν οὖν τὰς συμφορὰς, καὶ ταῦτα, ὀλίγῳ πρότερον καὶ τὴν ἐμὴν ἐπωνυμίαν τρέμοντες. «Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε.» Ὁρᾶτε, φησὶ, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος· εἰ καὶ μηδὲν ἕτερον, μήτε φιλία, μήτε εὐεργεσία, μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ποιεῖ, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας. «Τί γάρ; μή τι ὑμᾶς ᾔτησα; ἢ τῆς παρ' ὑμῶν 64.596 ἰσχύος ἐπιδέομαι, ὥστε σῶσαί με ἐξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;» Μὴ, φησὶν, ἔν τινι ἐπαχθὴς ὑμῖν γέγονα, ὅτι μοι ἀνελεημόνως οὕτως ἐχρήσασθε; ἢ πρὸς συμμαχίαν ἐμὴν κατὰ τῶν ἐναντίων ὑμᾶς προετρεψάμην; ἢ δόσει τὴν πενίαν παραμυθήσασθαι ἱκέτευσα; ἀλλὰ μὴν οὔτε πρότερον ὑμῶν ἐδεήθην, οὔτε νῦν, ἀλλ' αὐτόματοι παρεγένεσθε, ὡς δὴ παρακαλέσαντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε; «∆ιδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.» Εἰ δὲ καὶ ἡμαρτηκέναι τι δοκῶ, καὶ τοῦτό μοι γνωρίσατε. Οὐ γὰρ δὲ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ' ἁπλῶς ἀπὸ στοχασμοῦ· καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. «Οὐ γὰρ παρ' ὑμῶν