1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

38

φθεγγόμενος. Ὁρᾷς, ὅτι οὐχ ἑαυτὸν δικαιοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης διὰ τοῦ λόγου ἀνακτωμένου τὸ σῶμα, καὶ ἀνακουφίζοντος τὴν ψυχήν. «Ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.» Βούλομαι κριθῆναι, φησὶν, οὐ παραιτοῦμαι τὸ δικαστήριον, καὶ οἶδα ὅτι οὐ κατακριθήσομαι. Εἰς ἀκοὴν δὲ τῶν ὑπ' αὐτοῦ λεγομένων τοὺς φίλους παρακαλῶν, πρὸς πλείονα δυσώπησιν, διπλασιάζει τὴν παράκλησιν· ἑώρα γὰρ αὐτοὺς δυσανασχετοῦντας ἐπὶ τοῖς ἐλέγχοις, ἐφ' οἷς ἀπερικαλύπτως ἀκροωμένων αὐτῶν παῤῥησιάζεσθαι λέγει. Ὁ οὖν διπλασιασμὸς τοῦ, Ἀκούσατε, ἢ τὴν ἀθυμίαν παρίστησιν, ἢ προσοχὴν ἐνεργάσασθαι βούλεται, ἵνα βεβαίως ἀκούσωσιν. Ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ, διὰ τὸ μὴ προσέχειν τὸν νοῦν ἀκηκοέναι· διὸ καὶ ὁ Σωτὴρ διεγείρων τοὺς ἀκούοντας εἰς τὸ γνησίως ἀκούειν ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. «Ὅτι κατέγραψας κατ' ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας.» Καὶ τάχα εὐλαβῇ με, ἀγνοῶν τῆς φύσεώς μου τὸ εὐτελὲς, ὅτι φύλλου ἢ χόρτου ὑπ' ἀνέμου φερομένου μηδὲν διαφέρω. Τίνος οὖν ἕνεκεν, ὦ ∆έσποτα, ἀπεφήνω κατ' ἐμοῦ τηλικαύτην ἀπόφασιν; Τὸ γὰρ, Κατέγραψας κατ' ἐμοῦ κακὰ, ἤγουν κακώσεις, ἐκ μεταφορᾶς τῶν βασιλέων, τῶν γράμματι τὴν ἀπόφασιν ἐκφερόντων. Τὸ δὲ, ἀντίκεισαί μοι, ἀντὶ τοῦ, ὡς ἀντικειμένῳ ἐπάγεις τὴν κόλασιν. Ἵνα εἴπῃ, ὅτι Ὡς ὁ δεσπότης καταστασιάζοντος οἰκέτου, μετ' ἐξουσίας τὴν κατ' ἐμοῦ ὥρισας τιμωρίαν, τοῦτο γὰρ, τὸ, Κατέγραψας· οὕτω δὲ ἔφη φυλάξας τῷ ∆εσπότῃ τὸ πρέπον. «Ὃ παλαιοῦται ἴσα ἀσκῷ.» Πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. Τίνος δὲ ἕνεκεν ἀσκὸν παρήγαγε; Ὅτι κενός ἐστιν ὁ ἀσκὸς, πνεῦμα μόνον ἔχων· τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι Ἀσκός ἐσμεν πεφυσημένος. Μή μοι οὖν, φησὶ, τὸν ὄγκον ἴδῃς, μηδὲ τὸ δέρμα διαταθὲν, ἀλλ' ἐννόησον τὰ ἔνδον, καὶ ὄψει πολλὴν τὴν κενότητα. «Ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.» ∆ιὰ τοῦ σητοβρώτου ἱματίου τὰ σωματικὰ πάθη δηλοῖ, οὐδὲν ἧττον τοῦ σητὸς διατρώγοντα τὰ σώματα καὶ κατεσθίοντα.

ΚΕΦΑΛ. Ι∆ʹ

«Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου, ἀλλ' οὐθεὶς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα, καὶ ἀπαλλαγῆναι ζητοῦντα, οὐ μόνον διὰ τὸ εὐτελὲς, οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον, οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ' ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι. «Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· ἄνθρωπος δὲ κοιμηθεὶς, οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.» Τάχα δὲ, ὥσπερ ἐν τοῖς προλαβοῦσι καὶ φυτῶν ὠκυμορώτερος ὁ ἄνθρωπος ἀπεδείκνυτο, οὕτω κἀνταῦθα θαλάσσης καὶ ποταμοῦ ὀλιγοχρονιώτερος· οὔτε γὰρ θάλασσα, οὔτε ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος τοῦτο ὑπομένει. Εἴθε γὰρ τοῦτο ἦν, ὥστε ἀποθανεῖν ἡμᾶς, καὶ πάλιν ἀναζῇν, ἀλλ' οὐκ ἔστι τοῦτο. Θάλασσα μὲν γὰρ σπανίζεται, καὶ πάλιν πληροῦται, νῦν μὲν αὐξανομένη, νῦν δὲ λήγουσα, καὶ ποταμοὶ ξηραίνονται, καὶ αὖθις νάουσιν· ἄνθρωπος δὲ ἐπὰν ἀποθάνῃ, οὐκέτι πρὸς ζωὴν ἐπάνεισι. Καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. Ἔστι δὲ, κατ' ἀλληγορίαν, δένδρῳ ἐλπὶς, ἀντὶ τοῦ ἀνθρώπῳ. Ἐὰν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ, καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας, καὶ ἐν τῇ πέτρᾳ, ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας, ἢ ἐκ τοῦ δακρύου τῆς μετανοίας, ἀναβλαστήσει· ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτίᾳ ἐναποθανὼν, οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. Καὶ χρόνῳ μὲν τῷ μέλλοντι ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη· ὁ δὲ διάβολος, καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται· οἵγε μὴν