1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

43

ΚΕΦΑΛ. ΚΗʹ «Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται.» Καλῶς εἶπε· Τάξιν

ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπεξίστασθαι. Τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; Εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. Πάντων γὰρ, φησὶ, τὰ πέρατα καὶ τὰς ἐκβάσεις σοφῶς ὁ Θεὸς ἐξακριβάζεται, τῇ ἀπεριλήπτῳ προνοίᾳ τὰ πάντα συμπεριλαμβάνων· οὐκοῦν οὐδὲ τὰς τιμωρίας, τὰς κατὰ τῶν ἀσεβῶν, ἢ διακενῆς ὑπερτίθεται, ἢ μάτην ἐπάγει, ὁ πάντα μέτρῳ, καὶ τάξει, καὶ ἁρμονίᾳ διαταξάμενος. «Εἶπε δὲ ἀνθρώπῳ, Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.» Τοῦτο μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων· οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον, οὐδὲν θεοσεβείας ἄμεινον.

ΚΕΦΑΛ. ΚΘʹ «∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς,

ἐβοήθησα.» Ἀλλὰ πρῶτον ἀναθεὶς τῷ Θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν Κυρίῳ. Ὅρα δὲ αὐτὸν, οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις, καθάπερ Ἰουδαῖοι, ἀλλ' ἐπὶ τούτῳ ᾧ βούλεται ὁ Θεός. Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ ἐπὶ τῇ πράξει τῶν ἀγαθῶν, ∆ιέσωσα γὰρ, φησὶ, πτωχὸν, καὶ ἐβοήθησα ὀρφανῷ. «Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι. [Ὁ δὲ Σύμμαχος, κατήντα.] Στόμα δὲ χήρας με εὐλόγησεν.» Ἴστε δὲ ὅτι ἀχάριστόν πως τὸ γένος ἐστὶ τῶν χηρῶν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας· κάμινος γὰρ πτωχείας ἐστίν· καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα· ἀλλὰ τὸν Ἰὼβ καὶ αὗται εὐλόγουν. Ἀναγράφεται δὲ τὰ τούτου ἀνδραγαθήματα, ἵνα ζηλώσωμεν. «∆ικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρῖμα ἴσα διπλοΐδι.» Εἰκότως δὲ, μετὰ τὸ εἰπεῖν· ∆ιέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου, ἐπήγαγε, τό· Ἐνεδεδύκειν δι 64.629 καιοσύνην· εἰσὶ γὰρ οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· οὗτος δὲ οὐχ οὕτως· ἀλλ' Ἠμφιασάμην, φησὶ, κρῖμα, οὕτως ἐνεκαλλοπιζόμην. Καίτοι ἕτεροι τὸ πρᾶγμα δυσχεραίνουσιν, ἀγανακτοῦσι, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν, ἀλλ' οὐκ ἐγὼ, φησίν· ἀλλ' ὥσπερ ἐπὶ διπλοΐδι τις καλλωπίζοιτο, οὕτως ἐγὼ ἐπὶ τῇ δικαιοκρισίᾳ οὐχὶ σήμερον μὲν, αὔριον δὲ οὐκέτι, ἀλλ' ὥσπερ ἀνάγκη τὰ ἱμάτια διαπαντὸς ἔχειν, οὕτω καὶ τὴν τῶν ἀδυνάτων ἐκδίκησιν. Καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; Αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς, καθάπερ Μωϋσῆς· τοιούτους ἐχρῆν εἶναι τοὺς ἄρχοντας. Εἶδες τοῦτον ἐν τοῖς πειρασμοῖς, ὅσον ἰδεῖν σοι δυνατὸν ἦν (τὴν γὰρ ἀκρίβειαν οὐδὲ αὐτὸς ὁ λόγος παραστῆσαι ἴσχυσεν· ὀδύνην γὰρ, καὶ βασάνους, καὶ ἀθυμίας τυραννίδα, καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν, οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα). Φέρε, σοὶ δείξω πάλιν αὐτόν· οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ καὶ σφόδρα φιλοσοφωτάτης δεόμενον ψυχῆς, ἐν πλούτῳ καὶ ἐν εὐημερίᾳ πολλὴν ἐπιδεικνύμενον φιλοσοφίαν. Τίς οὖν ἦν, πλούσιος ὤν; Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μείζων. Ἄκουσον οὖν αὐτοῦ λέγοντος. «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.» Ὁρᾷς πῶς ἰατροῦ μείζων· ἀντὶ τῆς φύσεως τοῖς πεπηρωμένοις ἐγίνετο, καὶ ἅπερ οὐκ ἴσχυσαν τῇ