1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

44

τέχνῃ διορθῶσαι, ταῦτα αὐτὸς ἀνεκτᾶτο τῇ παρακλήσει, διὰ τὴν πολλὴν εἰς αὐτοὺς πρόνοιαν ἀντὶ τῶν μελῶν αὐτοῖς γινόμενος· ὡς γὰρ ὑγιεῖς, καὶ ἀρτίποδες, καὶ βλέποντες, οὕτω διέκειντο οἱ τὰ μέλη ταῦτα κεκολοβωμένοι, οὐκ αἰσθανόμενοι τῆς χωλείας, οὐδὲ τῆς πηρώσεως, διὰ τὴν πολλὴν τούτου πρόνοιαν. ∆ιὰ δὴ τοῦτο οὐδὲ εἶπεν, ὅτι Ἐγὼ παρεμυθούμην χωλοὺς καὶ τυφλοὺς, οὐκ εἶπεν, Ἐπεκούφισα τὴν συμφορὰν, οὐδὲ Τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν· ἀλλ', Ὀφθαλμὸς αὐτῶν ἤμην, Ἔβλεπον δι' ἐμοῦ, Οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας αὐτῶν συμφορᾶς δι' ἐμὲ, Οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας. Πανταχοῦ τὸ σκότος αὐτοῖς ἐποίουν φῶς. Ὅρα σημεῖα ἀποστολικά· Ὀφθαλμὸς ἤμην τυφλῶν, οὐκ ὀφθαλμοὺς ἀποδιδοὺς (οὔπω γὰρ ἦν αὕτη ἡ χάρις), ἀλλὰ μηδὲ αἰσθέσθαι τῆς συμφορᾶς ποιῶν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας, τυφλοὺς ποιοῦσιν. Οὐκ εἶπε, ∆ιὰ τῶν οἰκετῶν ἐποίουν· ἀλλ', Ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ' αὐτῆς φύσεως· τὰ γὰρ λείποντα τοῦ σώματος μέλη προσανεπλήρουν τοῖς δεομένοις τῇ τῶν ἀναγκαίων ἐπιχορηγίᾳ, καὶ τῇ πολλῇ προμηθείᾳ. Πρὸς δὲ νοῦν, Τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφέλει τοὺς πεπηρωμένους τὴν ψυχὴν, καὶ αὐτὸς αὐτῶν ἐγίνετο 64.632 ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλωμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους. Εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας, ὁ δὲ ποὺς, ἐπὶ τῆς ἠθικῆς. «Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.» Οὐδὲ ἐνταῦθα εἶπε, Παρεμυθούμην ὀρφανούς· ἀλλ', Οὐδὲ αἴσθησιν ἀφῆκα γενέσθαι τῆς ὀρφανίας, οὐδὲ φανῆναι τὸ δεινόν· καθάπερ ἐκεῖ τὴν πήρωσιν τῇ περιουσίᾳ τῆς προνοίας, τῶν τὰ τοιαῦτα πεπονθότων καὶ αὐτὴν τῶν δεινῶν ἀναιρῶν τὴν αἴσθησιν. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει. «∆ίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.» Τοῦτο δικαστοῦ πολὺ πλέον· οἱ μὲν γὰρ δικάζοντες κάθηνται ἀναμένοντες τοὺς ἠδικημένους, καὶ μετὰ τὴν παρ' ἐκείνων ἔντευξιν, τότε τὴν παρ' ἑαυτῶν παρέχουσι συμμαχίαν οἱ δοκιμώτατοι τῶν δικαζόντων· ὡς οἵγε πολλοὶ οὐδὲ τοῦτο. Οὗτος δὲ καὶ τοὺς δοκιμωτάτους ἐνίκησε, καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν· οὐδὲ γὰρ ἀνέμενε τοὺς ἀδικουμένους ἐλθεῖν πρὸς αὐτὸν, οὐδὲ μετὰ τὴν ἐκείνων ἔντευξιν ἐποίει τὴν συμμαχίαν, ἀλλ' αὐτὸς προλαμβάνων περιῄει ζητῶν τοὺς ἠδικημένους· καὶ οὐδὲ ἁπλῶς ζητῶν, ἀλλὰ μετὰ πολλῆς τῆς ἀγρυπνίας, μετὰ πολλῆς τῆς φροντίδος. Καὶ τοῦτο εἴσῃ σαφῶς, τῆς λέξεως καταμαθὼν τὴν δύναμιν· οὐ γὰρ εἶπεν· Ἐζήτησα, ἀλλὰ, ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, ἠρεύνησα, περιειργασάμην, πολυπραγμονῶν διετέλεσα, πάντα κινῶν, ὥστε εὑρεῖν μή πού τις ἠδικημένος λανθάνῃ. Ὁρᾷς τὴν προστασίαν, οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην κρίσεως. «Ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.» Ὅρα τὴν δυσκολίαν τοῦ πράγματος. Καταποθὲν, φησὶν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα· οὐ γὰρ ἀπεγίνωσκον, οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον ἦν, ἀλλ' ἤδη καὶ τὸ καταποθὲν ἀνιμώμην, ποιμένος τινὸς ἀρίστου καὶ νήφοντος πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος, καὶ ἐκσπῶν, κατὰ τὸ εἰρημένον, ἐκ στόματος λέοντος, σκέλη προβάτου καὶ λοβοὺς ὠτίων. «Περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν· ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν» Ὅρα τί φησιν· Οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τοιοῦτον οὐδέν· ἀλλὰ πάντες αὐτοῦ ἡδέως ἤκουον.

ΚΕΦΑΛ. Λʹ