1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

46

μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοιγε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα· ἐννόησον τὸν μακάριον Παῦλον, τὸν μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν ὑποπιάζοντα τὸ σῶμα, καὶ δουλαγωγοῦντα, καὶ ἐναγώνιον τὸν βίον δεικνύντα. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος δηλῶν τὴν δυσκολίαν, οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις· ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει, τοὺς οὕτως ὁρῶντας κολάζειν ἠπείλησε· καὶ οὐκ ἐνομοθέτησεν ἀγαμίαν, ἀλλὰ δηλῶν τοῦ πράγματος τὴν φύσιν, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν χωρείτω. «Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον.» Ὁρᾷς πῶς οὐκ ἦν ὑπερόπτης, πῶς μέτριος, πῶς κοινὸς ἁπάντων ἰατρὸς, καὶ κοινὸς λιμὴν, καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων, ἥν ποτε εἶχον χρείαν, φησὶν, οὐχὶ τὴν μὲν ναὶ, τὴν δὲ οὔ· ἀλλ' οἵαν δήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. Καὶ ὅρα, τούτοις ἐβοήθει παρ' ὧν οὐδὲν προσεδόκα, χήραις, καὶ ὀρφανοῖς, καὶ ἀδυνάτοις. «Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.» Ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ δικαίου φιλανθρωπία· τί δ' ἄν τις εἴποι τὴν τῶν χρημάτων ὑπεροψίαν; καὶ γὰρ καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατωρθοῦτο· οὐ γὰρ δὴ μόνον τῶν ἀλλοτρίων οὐκ ἐφίετο, ὅπερ πάσχουσιν οἱ πολλοὶ νῦν, ἀλλ' οὐδὲ τῶν οἰκείων, ἀλλὰ 64.637 καὶ αὐτῶν ἠλλοτρίωτο μετὰ πάσης ὑπερβολῆς· διὸ καὶ ἔλεγεν· «Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου. [Ὁ δὲ Σύμμαχος, Ἀφοβίαν μου.] Εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου.» ∆ιὰ δὴ τοῦτο, καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας· καὶ παρόντων, δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο· πᾶσαν γὰρ ἀρετὴν ἐπῆλθε· καὶ τῶν οὐδὲν ἐχόντων ἀκριβέστερον διέκειτο, τοσαῦτα περιβεβλημένος· οὐ γὰρ οὕτως ὁ μηδὲν ἔχων ἀπήλλακτο χρημάτων, ὡς ἐκεῖνος, ὁ τοσαῦτα ἔχων· πανταχοῦ γὰρ ἡ γνώμη ἐστὶν ἡ στεφανουμένη. «Εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου.» Ὅτι γὰρ οὐδὲ παρόντων τῶν χρηστῶν ὁ Ἰὼβ σφόδρα ἀντείχετο, ἄκουσον τί φησιν· Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ μοι πλούτου γενομένου. Τί λέγεις, ἄνθρωπε; Οὐκ εὐφραίνου τοῦ πλούτου ἐπιῤῥέοντος; Οὐδαμῶς, φησί. Τί δήποτε; Ὅτι ᾔδειν αὐτοῦ τὸ ἄστατον καὶ παραῤῥέον, ᾔδειν ὅτι τὸ κτῆμα οὐ μόνιμον. «Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα, ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; Οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα, δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα· πῶς οὐκ ἐσχάτης ἀνοίας, τὰ ἐπίγεια εἶναι νομίζειν μόνιμα καὶ πεπηγότα; ∆ιὰ τοῦτο, οὔτε παρόντων εὐφραίνετο, οὔτε ἀπελθόντων ἤλγησεν, ἐπειδὴ καλῶς ᾔδει τὴν φύσιν αὐτῶν. Τὸ λαμπρὸν τοῦτο φῶς ἀπόλλυται, καὶ ἀφανίζεται, καὶ οὐχ ὁρᾶται. Ὁρᾷς οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων· ἄρα ἀρκεῖ καὶ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. Ὅταν ἴδῃς ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν· ὅταν ἴδῃς ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. Εἰ γὰρ ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λέγει, καὶ μειοῦται, καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα· εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον, καὶ οὗ χωρὶς ζῇν οὐκ ἔνι, μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ, καὶ οὐκ ἀναγκαίως ἡμῖν προκείμενα. «Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος;» Ἆρα οὖν ταπεινὸς μὲν οὗτος ἦν, οὐχὶ δὲ ποθητὸς καὶ ἐπέραστος; Σκόπει κἀνταῦθα τὴν ὑπερβολήν· ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα ἤνεγκεν, οὕτω καὶ ἐν τῇ εὐημερίᾳ 64.640 τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος· οὕτω καὶ ἥμερος, οὐ μόνον πρὸς τοὺς ἄλλους,