1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

47

ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας ἐδείκνυτο· ἐντεῦθεν γὰρ ἐπιείκεια ἅπασα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ, καὶ μὴ βίαιος· ἔλεγον οὖν οἱ θεράποντες· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον, διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο. Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο, οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν [καταπιεῖν καὶ καταφαγεῖν], διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι· οὕτω λίαν ἤμην ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκὺς, ὡς εἰ οἷόν τε ἦν καὶ αὐτῶν μου τῶν σαρκῶν ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. «Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» Τοῦτο τῆς φιλοξενίας, καὶ Ἀβραμιαίας εὐγενίας τὸ ἐπίσημον. Κοινὴν, φησὶν, ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ ∆εσποτικά. Ὁ Κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις τὸ σιτομέτριον. Εἶδες τὸ ταπεινὸν, εἶδες τὸ φιλάνθρωπον, εἶδες τὸ χρηστὸν, εἶδες τὸ δαψιλὲς, ὅτι κοινὸν ἦν ἀγαθὸν, πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας. Οὐ γὰρ, ὃ πάσχουσιν οἱ πολλοὶ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς λαμβάνοντας, ἐποίει τοῦτο· ἀλλ', Ἡ θύρα μου, φησὶ, παντὶ ἠνέῳκτο, καὶ οὐδεὶς ἔξω ηὐλίζετο. «Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν.» Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Τῶν μὲν οὖν κατορθωμάτων, φησὶν, οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας· διὸ οὐ διετράπην πολυοχλίαν πόλεως ἐπ' αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. «Εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ· τίς δῴη ἀκούοντά μου;» Ὃ λέγει τοῦτό ἐστιν· Εἰ παρεβλεψάμην τὸν δεόμενον, μηδὲ ἐμοῦ τις ἀκουσάτω. Ὅρα δὲ, οὐκ εἶπεν, ὅτι Ἐλθόντι ἔδωκα, ἀλλ', Οὐδὲ μὴ βουλομένῳ συνεχώρησα. Βίαν ἐπῆγε τοῖς καὶ ἑκουσίως βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν. Ὅσην τοίνυν οἱ πένητες σπουδὴν ἐποίουν διενοχλοῦντες τοὺς δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο διενοχλῶν τοὺς εὖ παθεῖν ὀφείλοντας, καὶ οὐκ εἴα ἐξελθεῖν κόλπῳ κενῷ· οὐ γὰρ μόνον ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος, ἀλλὰ πρὸς τῷ τρέφειν, καὶ ἐφόδια τῆς 64.641 μετὰ ταῦτα πενίας παρεῖχε πλουσίως καὶ ἱλαρῶς.

ΚΕΦΑΛ. ΛΒʹ

«Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ, ὁ Βουζίτης, εἶπε· Νεώτερος μέν εἰμι τῷ

χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.» Ἑκατέρωθεν οὖν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς, ἀπό τε τῆς διαλέξεως. Ἵνα γὰρ μή τις εἴπῃ· Καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ Θεοῦ; ἐπὶ τὴν ἡλικίαν κατέφυγε, καί φησιν, ὅτι Προσδοκῶν γενναῖόν τι καὶ θαυμαστὸν παρ' ὑμῶν λέγεσθαι, ἡσύχαζον. Ὅρα πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις. «Καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.» Ἢ οὖν τοῦτό φησιν, ὅτι Οὐδὲ τότε ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε, ἢ ὅτι ὕστερον ἐσιωπήσατε. Πάντως δὲ, φησὶν, οὐκ ἂν εἴποιτε, ὅτι Αὐτὸ τοῦτο σοφὸν ἐποιήσαμεν, ὅτι τῇ τοῦ Θεοῦ μερίδι προσετέθημεν, καὶ τοὺς ὑπὲρ αὐτοῦ λόγους ἀνεδεξάμεθα· οὐδὲν γὰρ ἧττον ἡμάρτετε, ὅτι τε τὸν Ἰὼβ ἐλέγξαι οὐκ ἠδυνήθητε, καὶ ὅτι ἠνέσχεσθε αὐτοῦ τοιαῦτα λαλοῦντος, ὥστε ἄσοφον ὑμῶν καὶ τοῦτο· καὶ οὐ δύνασθε εἰπεῖν, ὅτι παρὰ Θεοῦ χάριν καὶ σοφίαν εὕρατε, ἅτε