1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

49

αὐτοῦ τὴν διάνοιαν, καὶ πεῖσαι ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ, καθὰ καὶ ἐπὶ τοῦ ἱλαστηρίου τῆς κιβωτοῦ· τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωσιν ὅτι ἄνωθεν ἡ φωνή. 64.645 «Τίς οὗτος ὁ κρύπτων με βουλήν; [Σύμμαχος, Σκοτεινὸς γνώμῃ,] συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;» Ὅρα τί ποιεῖ· ἐμοὶ δοκεῖ, ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ, ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι. Ἐπειδὴ γὰρ πολλὰ ἦν ἃ κατὰ διάνοιαν ἔσχεν ὁ Ἰὼβ, καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν, καὶ δείκνυσιν ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πάντα οἶδε σαφῶς· ὥστε ἀπὸ τῶν προτέρων ἐκείνων ἄρχεται, τῶν μᾶλλον ἀσυγγνώστων. Εἰ γὰρ ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα· διὰ τοῦτο προτέροις αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον· Τίς οὗτος; φησίν. Ὁμοῦ ἐκ προοιμίου δείκνυσι τὸ μέσον τοῦ Θεοῦ, οἷον· Τίς ὁ κρύπτειν ἀπ' ἐμοῦ ἐπιχειρῶν, εἰπέ μοι, τοῦ τὰ ἀπόῤῥητα μετ' ἀκριβείας εἰδότος; Μὴ γὰρ, ἐπειδὴ οὐκ εἶπες αὐτὰ, οὐχὶ ῥήματά ἐστιν; Ἐτέχθη, καὶ γέγονε λόγος· ὥστε μάτην κρύπτειν βούλει, ἃ λαθεῖν οὐκ ἔστιν. Ὁρᾷς πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς διαλέγεται. «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.» Ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων, ὥστε προσέχειν τοῖς λεγομένοις· καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον μάλιστα· καὶ δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ, καὶ οὐκ ἦν τοῦ τοσαῦτα μετὰ σοφίας ἐργαζομένου, ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ὡς ἔτυχε πάσχοντα κακῶς. Ἀπόῤῥητα μανθάνομεν μυστήρια ὄντως· καὶ τὸ πρὸς τὸν Ἰὼβ εἰρημένον, οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως. «Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;» Τί λέγεις, φησί; γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα διὰ σὲ, σὲ δὲ παρόψομαι δι' ὃν ἐκείνην ἐποίησα; ∆ιὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν, καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευὴν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δεικνὺς, ὅτι Εἰ ὁ κόσμος ἀπολαύει τοσαύτης προνοίας διὰ σὲ, πόσῳ μᾶλλον σύ; Οὐκ εἶπε δὲ, Ὅτε ἐποίησα· ἀλλ', Ὅτε ἐθεμελίωσα· καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν, μεγάλης τέχνης ἦν, οὐκ ἔχουσαν θεμέλιον, οὔτε κρηπῖδα, οὔτε ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι, καὶ πῆξαι βεβαίως οὕτως, ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. «Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς;» 64.648 Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν· ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρέθη ὁμοίως τῷ λόγῳ, πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. «Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.» Ἐνταῦθα δείκνυσιν, ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν, ὡσανεὶ δεδεμένη. ∆ιὰ μὲν οὖν τούτου, τὸ ἀσφαλές· διὰ δὲ τοῦ ἑξῆς, τὸ εὔκολον δείκνυσιν· ἐπάγει γάρ· «Ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς.» Περὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἄλλων ἁπάντων λέγει, τῶν τῇ νυκτὶ πρὸς τὴν οἰκείαν κεχρημένων πονηρίαν· οὗτοι γὰρ, τοῦ φωτὸς ἀνατείλαντος, οὐκέτι ἐπὶ τῆς γῆς παῤῥησιάζονται, ἀλλ' ἐξ αὐτῆς ἐκτινάσσονται, καὶ συστέλλονται· μισοῦσι γὰρ τὸ φῶς, ὡς ἐλέγχον αὐτούς. «Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;» Ὀλυμπιοδώρου, Σεβήρου καὶ Χρυσοστόμου. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰὼβ, λαβὼν χοῦν ὕδατι βεβρεγμένον, ἀπὸ γῆς ἔπλασας ἄνθρωπον; καὶ λόγῳ τοῦτον ἐκόσμησας, ὥσπερ ἐγώ; καὶ τοῦ κόσμου κόσμον ἀνέδειξας; Ὅθεν δῆλον ὅτι τὰ ἄλλα οὐκ εἶχε τὸ λογικόν· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτῷ τῷ ἀνθρώπῳ προσῆψε· λαλητὸν γὰρ, τὸ λογικόν φησι ζῶον. Τὸ δὲ, Τεθῆναι ἐπὶ τῆς γῆς, τὸ ταχθῆναι κυριεύειν πάντων τῶν ἐπὶ τῆς γῆς.