1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

51

ἡρμήνευσεν, εἰπών· Ἐὰν δώσουσι τὰ παιδία αὐτῶν, διασώσεις αὐτά; Τὸ δὲ, Ἐξαποστελεῖς ὠδῖνας αὐτῶν; εἰ μὲν ὠδῖνας αὐτῶν τὸ πάθος νοήσεις, τὸ, ἐξαποστελεῖς, ἀντὶ τοῦ, παύσεις, παρείληπται· Παύσεις γὰρ, φησὶ, τὰς ὠδῖνας· τὰ 64.652 ὠδινηθέντα καὶ τεθέντα ἐκλήψῃ, τὸ, ἐξαποστελεῖς, τὸ, ἐκπέμψεις αὐτὰ, δηλοῖ· ὃ καὶ Σύμμαχος ᾐνίξατο ἐκδούς· Ἃ ὠδίνησαν ἀπολείπουσι· μετὰ γὰρ τὸ ἐκθρέψαι τὰ νεογνὰ, ἐῶσι ταῦτα ὅποι φίλων αὐτοῖς πορεύεσθαι. Ταύτην τὴν διάνοιαν καὶ ὁ ἑξῆς στίχος παρίστησιν· «Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;» Τίς τοῦτο διετύπωσε, φησί; Τίς τοὺς τῆς φύσεως νόμους διέθηκεν; Ὅτι γὰρ νόμοι διηνεκεῖς εἰσι, καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῶον καὶ ἀδάμαστον, κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. «Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν [Ὁ Θεοδοτίων δὲ καὶ Σύμμαχος, ὁ μὲν χρεμετισμὸν, ὁ δὲ κραυγὴν, ἐξέδωκεν], ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;» Ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον, ἵππου μνημονεύων τοῦ χειροήθους, καὶ πολλὰ περὶ τοῦ ζώου τούτου διαλέγεται· πῶς γαῦρον, πῶς ἀνεστηκὸς, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. Ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον, καὶ τοῦτον· ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ. «Οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.» Ἀκούει, φησὶ, σάλπιγγος, καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα, καὶ πόῤῥωθεν ἀλαλάζει πολεμικόν. «Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον.» Ὅρα ἐξ ὀλίγων πόσα φησί. Τίνος ἕνεκεν οὐκ ἐμνήσθη βοὸς, οὐδὲ προβάτων, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῶν ἀχρήστων, καὶ εἰκῆ δοκούντων εἶναι; δεικνὺς ὅτι εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια, πολλῷ μᾶλλον ἐν τούτοις. ΚΕΦ. Μʹ. «Ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου;» Ὃ μὲν μέλλει μοι, φησὶ, περὶ τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν ἀφ' ὧν περιορῶν, καὶ μετεώρων, καὶ τῆς ἐν τοῖς ζώοις Προνοίας ἠρώτηται. Τίνος δὲ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμὸν, νῦν ἤκουσας, ὅτι αἰτία τῆς ἐγκαταλείψεως, ἡ τῆς σῆς ἀρετῆς φανέρωσις, ἵνα δοίης ταύτης δοκίμιον. Ἐνταῦθα δὲ τὴν ἐμὴν μάνθανε δύναμιν, καὶ ὅτι οὐ πολεμῶν, πληγῆναί σε συνεχώρησα· ἐπεὶ ποία σοί ἐστιν ἰσχὺς, ἵνα καὶ εἰς πόλεμον ἀντικατασταθῶ σοι; Ἢ βραχίων σοί ἐστι κατὰ τὸν Κυρίου βραχίονα; ἢ δύναμιν ἔχεις ἰσοσθενῆ; 64.653 «Ἣ φωνῇ κατ' αὐτοῦ βροντᾷς;» Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ, καὶ τὰ ἄλλα πάντα, ἀλλὰ πρὸς θεογνωσίαν. Ὅρα δι' ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει. Καὶ οὐ λέγει, ὅτι Ταπεινὸς σύ· ἀλλ', ὅτι Μέγας ἐγὼ, καὶ οὐ δύνασαι ἅπερ ἐγώ. «Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.» Ἔστι δὲ καὶ περὶ θηρίων αἰσθητῶν νοῆσαι τὸν στίχον, ἃ καὶ τὴν φύσιν πολλάκις Θεοῦ βουληθέντος ἠγνόησεν· τὸ γὰρ θαυμαστὸν, ὅτι τὸ θηρίον οὐχ αἱμοβόρον ἐστὶν, ἀλλὰ τὴν τοῦ βοὸς σιτεῖται τροφήν. Ἐπεὶ οὖν τοῦτο παράδοξον, πυνθάνεται τοῦ Ἰὼβ, εἰ καὶ παρ' αὐτῷ τοιοῦτόν τι γίνεται, ὥστε τὰ θηρία χόρτον ἐσθίειν, ἀλλὰ μὴ σάρκας. Εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου, τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. Καὶ οὐκ ἀγνοοῦμεν ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι, κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες· δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι, καὶ πότε ἔστι τὸν ἀκροατὴν ὠφελεῖν καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. «Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη.» [Ἀκύλας δὲ, Ἡμισεύσουσιν αὐτὸν μεταξὺ Χαναναίων.] Τοσοῦτος αὐτῷ ὁ τοῦ σώματος ὄγκος ἐστὶν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. Οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι, ταῦτά φησι. Φοινίκων δὲ ἐμνήσθη διὰ τὴν ἐμπορίαν.

ΚΕΦ. ΜΒʹ