1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

1

Fragmenta in Proverbia

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΟΣ ΤΑ ΣΩΖΟΜΕΝΑ.

ΚΕΦΑΛ. Α.

Γνῶναι σοφίαν καὶ παιδείαν. [ξοδ. φ. 1 β.] Τὴν σοφίαν τοῦ Θεοῦ λαμβάνει παρ'

αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι' αὐτῆς τὰ τοῦ λόγου μυστήρια· καὶ οἱ ἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν, εὐκόλως νοήσουσι τοὺς σοφοὺς παρ' αὐτῆς λελαλημένους λόγους· ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία, ἐμπειρία τις οὖσα περὶ τέχνας καὶ τοῦ βίου τὰ χρήσιμα. ∆έξασθαι στροφὰς λόγων. [ξοδ. φ. 2 β.] Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς Θεὸν, εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην. Καὶ κρῖμα κατευθύνειν. [ξοδ. φ. 3 α.] Κατευθύνει δέ τις κρῖμα, καὶ θείας χάριτος πρό γε τῶν ἄλλων τυχών· παρὰ Θεοῦ γὰρ εὐθύνεται τὰ διαβήματα ἀνδρί· ἐπεὶ θνητὸς, πῶς ἂν νοήσῃ τὰς ἑαυτοῦ ὁδούς; Ἵνα δῷ ἀκάκοις πανουργίαν. [ξοδ. φ. 4 α.] Τί λέγεις; πανοῦργον βούλει ποιῆσαι τὸν ἄκακον; ἀλλ' ἴδωμεν τίνα λέγει ἄκακον· τὸν ἁπλοῦν, τὸν ἀπόνηρον, τὸν μήπω τοῦ κακοῦ πεῖραν ἔχοντα· ἐκείνῳ γὰρ ἁρμόζει μάλιστα εἶναι σοφῷ καὶ γὰρ πανουργίαν τὴν σύνεσιν λέγει· ἀπαναστή 64.661 σεται γὰρ οὗτος ἀπὸ λογισμῶν ἀσυνέτων· ἢ ἐπεὶ ὁ ἄπειρος κακοηθείας, ταῖς πανουργίαις ὑποπίπτει τῶν κακοήθων ἐξ ἁπλότητος, δεῖ φυλαττομένους τὴν τῶν πονηρῶν πανουργίαν, γίνεσθαι καθ' ἑαυτοὺς μὲν ἀκεραίους, πρὸς δὲ τοὺς ἐπιβουλεύοντας φρονίμους ὡς οἱ ὄφεις· Τῇ γὰρ κακίᾳ, φησὶ, νηπιάζετε, ταῖς δὲ φρεσὶ γίνεσθε τέλειοι· ἀκάκοις, τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ προσερχομένοις Θεῷ. Παιδὶ νέῳ αἴσθησιν καὶ ἔννοιαν. [ξοδ. φ. 4 β.] Οἵτινες νεάσαντες ὡς παιδία νήπια, καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες, λαμβάνουσιν αἴσθησιν καὶ ἔννοιαν ἀγαθὴν, καθὼς Κύριος λέγει· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε, καὶ τὰ ἑξῆς. Τῶνδε γὰρ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. [ιβιδεμ.] Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος, καὶ ποιῶν αὐτοὺς, σοφὸς ὑπάρχων, σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ νοήμων, φησὶ, κυβέρνησιν κτήσεται, ὥστε δηλονότι μηδενὶ τῶν ἀδοκήτων καταποντίζεσθαι· καὶ κυβερνήτης γὰρ προσλαβὼν τέχνην, ἐπιτηδειότερος ἔσται πρὸς τὴν κυβέρνησιν· ὁ οὖν γενόμενος νοήμων, φησὶ, τὸ λεῖπον προσθήσει κατά τε πρᾶξιν καὶ θεωρίαν, ὥστε τὸν περὶ ταῦτα πλοῦν κατευθῦναι· ὁ γὰρ ἐπιστημόνως πλέων, ἐπὶ τὸν λιμένα φθάσει τοῦ θείου θελήματος, ἐν μηδενὶ ναυαγήσας τῶν ἀρετῶν· ὁ δὲ μὴ τοιοῦτος, ἢ περὶ τὴν πίστιν ναυαγήσει, ἢ περὶ τὴν ἐλπίδα, ἢ περὶ τὴν ἀγάπην, ἤ τινα τῶν ἀρετῶν· ὁ δὲ περὶ ταῦτα ναυαγήσας, εἰκότως ἂν λέγοι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με· καὶ δεῖ λέγειν ἀεί· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Κυβέρνησις ἐστὶν, ἡ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπεραιοῦσθαι προσήκει· πολλαχοῦ γὰρ ὕδατα καὶ θαλάσσας τὸν βίον τοῦτον εὑρίσκομεν ὑπὸ τῆς Γραφῆς ὠνομασμένον. Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον. [ξοδ. φ. 5 α.] Πνευματικὸς πνευματικοῖς συγκρίνεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ