1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

3

αἴτιοι· κόρον λήψονται, φησὶ, τῆς ἑαυτῶν ἐπιθυμίας.

ΚΕΦΑΛ. Βʹ.

Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή. -Καὶ διαθήκην θείαν ἐπιλελησμένη. [ξοδ. φ. 13. β.] Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ, τὸν Ἀδὰμ καταλαβοῦσα, ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ Θεοῦ. ∆ιαθήκην δὲ θείαν ἐπιλελησμένην λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωϋσεῖ ἐν Εὐαγγελίοις Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ.

ΚΕΦΑΛ. Γʹ.

Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. [ξοδ. φ. 19. β.] Τὸν θαῤῥήσαντα εἰς σὲ μὴ προδῷς τοῦτο γὰρ θηριωδίας. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην. [ξοδ. φ. 20. α.] Μὴ γίνου ἐχθρὸς εἰκῆ· ἆρα ἔστιν εἰκῆ; ἔστι γὰρ δι' εὐσέβειαν. ∆ιὸ καὶ Παῦλός φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες;

ΚΕΦΑΛ. ∆ʹ.

Οἳ ἐδίδασκόν με. [ξοδ. φ. 21. α.] Ὁρᾷς ὡς οὐκ ἀπηξίου παρὰ τῆς μητρὸς ἀκοῦσαι τὰ πρακτέα; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰς τὰ πρακτέα πονηρόν τι παρὰ τῶν γονέων ἀκοῦσαι, πλὴν εἰ μή τινες εἶεν διάστροφοι. Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν. Οὐδὲν γὰρ ὄφελος τοῦ διδασκάλου, ὅταν ὁ διδασκόμενος μὴ προσέχῃ· καὶ καλῶς εἶπεν Ἐρειδέτω. Ἀναπαυέσθω, φησὶ, δεθήτω, μὴ ἀποχωρείτω, μηδὲ ἀποπηδάτω· ἢ ἐρεισθήτω, ἔρεισμα αὐτὸν ἀπόδειξον τῆς ψυχῆς. Ἐράσθητι αὐτῆς. [ξοδ. φ. 21 α.] Ἐπειδὴ καὶ οἱ ἔρωτες λύονται, ἀθάνατα, φησὶν, αὐτῆς ἐράσθητι, ἵνα ἀπήμονά σε τηρῇ· οὐ γὰρ ἔστι χωρὶς ἐπιθυμίας θερμῆς γενναῖόν τι κατορθῶσαι. Λέξαι ἐμοὺς λόγους. -Ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. [ξοδ. φ. 21 β.] Ἀνόνητον γὰρ τὸ ἀκούειν μὴ δεχθέντος λόγου· ὁδοὶ δὲ πολλαὶ αἱ ἀρεταὶ, αἳ εἰς μίαν ἄγουσιν ὁδὸν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός· ἢ ὡς ἂν εἴποι τις, Πάντα σοι ῥᾴδια ἔσται καὶ εὐχερῆ καὶ 64.668 βατά· ἵνα ὅθεν ἂν θέλῃς, πορεύῃ, διὰ πλούτου, διὰ πενίας, διὰ δόξης καὶ ἀτιμίας· ὡς γὰρ εἴ τις ὢν ἀκατάπληκτος, ἢ πτερὰ λάβοι παρὰ τῆς φύσεως, οὐδεμίαν ὑποπτεύσει ὁδὸν, κἂν τραχεῖα, κἂν ἔρημος, κἂν ἐφεδρεύῃ τις λῃστὴς, ἢ τοιχωρύχος, οὕτως ὁ τῷ πτερῷ τῆς σοφίας κουφισθεὶς εὐμαρῶς δυνήσεται πανταχοῦ περιελθεῖν. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεται τὰ διαβήματά σου. [ξοδ. φ. 22 α.] Ἐὰν τρέχῃς, φησὶν, τῆς ἀρετῆς ἐν ἕξει γενόμενος, συγκλεισμὸν οὐχ ὑπομενεῖς, κώλυμα οὐδὲν ἕξεις, ἤτοι πέρας τῆς πράξεως, ὅπερ οὐδὲ ἐπὶ σοφίᾳ ἐστὶ, τῷ νεάζειν, καὶ κόρον μὴ λαμβάνειν τῆς προκοπῆς· ἐν μὲν γὰρ ταῖς λεωφόροις συμβαίνει πολλάκις, πολὺ μέρος ἀπελθόντας, ἀπαντῆσαι φάραγγα, τὴν εἰς τὸ πρόσω πορείαν ἡμῖν ἀποτέμνουσαν· ἢ καὶ συναντῆσαί τινι, καὶ ἀναδιδαχθῆναι ὡς οὐ καλῶς ὁδεύομεν, εἶτα ὑποστρέψαι· ἐν δὲ τῇ ἀρετῇ κώλυμα οὐδέν· πῶς δὲ ἔστι μὴ κοπιάσαι τρέχοντας, οὕτω καματηρὸν σῶμα περικειμένους; ὅπου γε καὶ τὸ τῆς βαδίσεως σύντονον μόνον ἠπειγμένον αἴτιον γίνεται πόνου· ὁ οὖν τρέχων τὴν τῶν ἀρετῶν ὁδὸν, κόρον οὐ λαμβάνει διὰ τὸ ἀεὶ τῷ