1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

13

πολλὴν χρὴ τὴν φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἵνα ἐγγυμναζώμεθα πρὸς τὸν ὁμόφυλον· ἐπεὶ οὐχ ἁπλῶς ἐκέλευσεν ὁ Θεὸς, καὶ τὰ καταπίπτοντα συνδιεγείρειν, καὶ τὰ πεπλανημένα ὑποστρέφειν, καὶ τὸν βοῦν μὴ φιμοῦν· πάσης δὲ φειδοῦς ἡμᾶς εἶναι βούλεται τοῖς ἀλόγοις· πρῶτον μὲν, δι' ἡμᾶς αὐτούς· δεύτερον δὲ, ἵνα καὶ ἐπὶ τὰς σωματικὰς ἡμῖν ὑπηρεσίας ἀρκῇ· ὅμως τὸ αὐτὸ καὶ φιλανθρωπίας γυμνάσιον καὶ θεραπείας· ὁ γὰρ τὸ ἀλλότριον ἐλεῶν, πολλῷ μᾶλλον τὸ οἰκεῖον; ὁ τὸν διακονούμενον, πολλῷ μᾶλλον τὸν ἀδελφόν. Ἀλλ' ἐκεῖνό σοι χρείαν τὴν ἀπὸ τῆς διακονίας παρέχει, οὗτος δὲ ποίαν; πολλῷ μείζονα, τὴν ἀπὸ Θεοῦ. Ὁρᾷς δουλείαν οἵαν δουλεύομεν τοῖς κτήνεσι, καὶ οὐχ ἡγούμεθα ἀτιμίαν; οὐ γὰρ ἐκείνοις δουλεύομεν, ἀλλ' ἑαυτοῖς. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων· οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν. [ξοδ. φ. 57 β.] Πρὸς γεωργικὸν καὶ φιλόσοφον προτρέπεται βίον, καὶ τὴν μετὰ δικαιοσύνης ἐργασίαν· ἡ γὰρ ἀργία τὴν κακίαν εἰσήνεγκεν· ἀποδιώκειν δὲ μάταιά ἐστι, τὸ περὶ τὰ μηδὲν ὀνοῦντα διεπτοῆσθαι. Τί γὰρ, φησὶν, εἰ ἀργὸς μὲν ἦς, τὰ δὲ καλῶς συλλεγόμενα κακῶς ἐκφορεῖς, μεθύων ἢ γα 64.693 στριζόμενος; Οὐκ εἶπεν, Ἐργάζου καὶ πλεονέκτει· καλὸν ἡ ἐργασία ἡ μετὰ δικαιοσύνης. Ἀπὸ καρποῦ στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν. [ξοδ. φ. 58 α.] Μὴ νομίσῃς ἐν τοῖς ἔργοις εἶναι μόνον τὴν ἀρετὴν, καὶ ἐν λόγοις τὸ πλέον ἐστίν· ἀπὸ γὰρ καρποῦ διανοίας ἀγαθῆς, λόγος ἀγαθός· λόγου δὲ ἀγαθοῦ καρπὸς, πρᾶξις ἀρετῆς, ἀγαθῶν ἐμποιητική· ὁ λόγος τῆς ἀνδρείας ψυχῆς εἰς ἀρετὴν ἄγων ἀγαθὸς, καὶ ἀγαθῶν ἐμποιητικός. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ὁ μωρὸς νομίζεται ἄληπτος εἶναι· δύο κακὰ, καὶ τὸ μωρὸς εἶναι, καὶ τὸ ἁμαρτάνοντα μὴ νομίζειν ἁμαρτάνειν· ὥσπερ γὰρ ὁ διεστραμμένος νομίζει ὀρθὰ βλέπειν, καὶ ὁ τὰς αἰσθήσεις βλαβεὶς νομίζει σωφρονεῖν· οὕτω τοῦτο πρῶτον τιμωρίας τεκμήριον, τὸ καὶ τὴν αἴσθησιν ἀνῃρῆσθαι· διὰ τοῦτο οὐδὲ συμβουλίας δέχεται. Εἰσακούει συμβουλίας σοφός. Τουτέστιν ὁ σοφίας ἀρξάμενος· ὥστε τοῦτο, ὃ νομίζεις φρονήσεως εἶναι τὸ μηδενὸς ἀκούειν, μωρίας ἐστίν· ὃ δὲ νομίζεις μωρίαν εἶναι, τοῦτο σοφίας, τὸ δεῖσθαι ἑτέρου. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν ἑαυτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος. [ξοδ. φ. 58 α.] Τουτέστιν ὁ μικρόψυχος καὶ κοῦφος, ἀκαρτέρητός ἐστιν, οὐ φέρει τὸν θυμὸν, φανεροῖ τὴν ὀργὴν αὑτοῦ εὐθέως ἐκ μικροψυχίας· ὁ δὲ φρόνιμος κἂν ὀργίλος ᾖ, συγκαλύπτει ἐν ἑαυτῷ τὴν ὀργήν· ἡ γὰρ ἀτιμία τὴν ὀργὴν δηλοῖ· Γλῶσσαν ἔχει ἄδικον. [ξοδ. φ. 58 β.] Ὁρᾷς καὶ ἐκεῖ γλῶσσαν καὶ ἐνταῦθα· ἀλλ' οὐκ ἴσα τὰ ἀπ' αὐτῆς· ἀλλ' ἐκεῖ μὲν φάρμακα, ἐνταῦθα δὲ τραύματα· τί τούτου γένοιτ' ἂν ἐναντιώτερον; Ὁρᾷς μὴ ἐν φύσει τὸ κακὸν, ὁπόταν ἡ χρῆσις ἐφ' ἑκάτερα φανερὰ ᾖ; Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον. [ξοδ. φ. 59 α.] Ὥσπερ δὲ οὐκ ἀρέσκει τῷ δικαίῳ οὐδὲν ἄδικον, οὕτως οὐδὲ τῷ ἀδίκῳ τὸ δίκαιον· οὐκ ἄρα παρὰ τὴν φύσιν τῶν πραγμάτων μόνον, ἀλλὰ καὶ παρὰ τὴν κρίσιν τῶν δικαιουμένων τὰ κακά· μή μοι λέγε, ὅτι ὁ δεῖνα ἐσκανδαλίσθη, ὁ δεῖνα ἀπιστεῖ· παρὰ γὰρ αὐτῶν ταῦτα πάντα, οὐ παρὰ τῶν πραγμάτων· ὥσπερ γὰρ, κἂν φανῇ ὁ ἥλιος, καὶ οὕτως οὐδὲν πλέον τῷ νοσοῦντι τὰς ὄψεις, οὕτως κἂν φανερὰ ἀλήθεια ᾖ, κέρδος οὐδὲν τῷ τὴν ψυχὴν διεστραμμένῳ. Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως. [ιβιδ.] Πᾶσα γὰρ ἡ αἴσθησις αὐτοῦ διὰ τὴν σύνεσιν αὐτοῦ ἐν αὐτῷ ἀναπαύεται· τουτέστιν ἀνάπαυσις, καθέδρα, ἐναναπαύεται αὐτῷ, οὐκ ἀναχωρεῖ, ἐμβασιλεύει δὲ αὐτῷ· ἢ ὅτι κεφάλαιόν ἐστι καὶ βασιλεία τῆς αἰσθήσεως ἡ σύνεσις· ἢ ἐκ τοῦ ἐναντίου, ὁ πάντα συνιεὶς, κληθείη ἂν θρόνος αἰσθήσεως· ὥσπερ ἐκ τοῦ ἐναντίου θρόνος ἀνομίας λέγεται· ἀραῖς δὲ συναντῶσιν οἱ ἄφρονες· τὴν γὰρ ὑπὸ κατάραν οὖσαν βαδίζουσιν ὁδόν. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. [ιβιδ.]