1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

18

μεθ' ἑκουσίου γνώμης πρᾶξιν. Τουτέστιν οἱ καταφρονοῦντες διασκοπεῖσθαι μετ' ἄλλων τὰ δέοντα, καταφρονοῦσι βουλῆς· διὸ καὶ ἀστατοῦσι, δοκοῦντες εἶναί τι μηδὲν ὄντες. ∆εῖ οὖν μὴ καθ' ἑαυτόν τινα βουλεύεσθαι, ἀλλὰ μετὰ πολλῶν. Τὸ δὲ ἐν καρδίᾳ βουλευομένων, ἀντὶ τοῦ ἐν τῇ διανοίᾳ. [ξοδ. φ. 68 α.] Ὁδοὺς λέγει ζωῆς, τὰς πρακτικὰς ἀρετὰς, τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. Τοὺς λόγους καὶ τὰς πράξεις τῶν ὑπερηφάνων κατασπᾷ Κύριος, τὸν δὲ οἶκον στηρίζει τῆς τούτων χηρευούσης ψυχῆς. Οὐκ ἄρα ἐν πράξεσιν μὲν οὐδὲ ἐν λόγοις, ἀλλὰ καὶ ἐν διανοίᾳ πολλὴ ἡ ἐξέτασις καὶ ἀκρίβεια. Οἱ γὰρ καθαρὰν ἔχοντες τὴν καρδίαν, οὐ μόνον τοὺς λογισμοὺς, ἀλλὰ καὶ τὰ ἀποφθέγματα σεμνὰ ἔχουσιν. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, κ. τ. λ. [ιβιδ.] Ἑαυτὸν, οὐχὶ τὸν διδόντα· καθ' ἑαυτοῦ δέχεται· λαμβάνει τὴν μάχαιραν· πολλὰ γὰρ ἀναγκάζεται πονηρὰ πράττειν. - Οὐ μόνον γὰρ δεῖ μὴ λαμβάνειν, ἀλλὰ καὶ μισεῖν· οὐδὲ γὰρ ὁ μὴ λαμβάνων ἤδη καὶ μισεῖ. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Εἶπε φάρμακα τραυμάτων· εἶπε καὶ ὁδὸν δι' ἧς οὐδὲ τραύματα ἔσται· οὐχ ἁπλῶς δὲ εἶπε καθαίρονται, ἀλλ' ἀποκαθαίρονται. Ἢ οὕτως· Χρὴ γὰρ μὴ μόνον ἐλεεῖν, ἀλλὰ καὶ εἰδέναι τὸν ἐντειλάμενον σώζειν πίστιν ὀρθήν. Καρδίαι δικαίων μελετῶσι πίστεις. Ἡ τῆς τοιαύτης καρδίας μελέτη ἐνώπιόν ἐστι τοῦ Θεοῦ· διὸ καὶ πίστις τὸ μελετώμενον· ὧν ἐστερημένος ὁ ἀσεβὴς, ἀπὸ πονηρᾶς καρδίας προσφέρεται λόγος· ∆ιὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. [ξοδ. φ. 68 β.] Ἀφοσιώσαντες γὰρ ἑαυτοὺς τῷ Θεῷ, μεσιτεύουσι καὶ ἑτέρους φίλους Θεῷ γενέσθαι. Αὐτῇ γὰρ ἔγνωσαν τῇ πράξει τὸ οὐ ποιήσεις μάχην, εἰρηνεύσεις δὲ μαχομένους. Μακρὰν ἀπέχει ὁ Θεὸς τῶν ἀσεβῶν. [ιβιδ.] Μακρὰν οὐ τόπῳ ἀλλὰ γνώμης ἐναντιότητι· ὡς δὲ ἐγγὺς οἱ δίκαιοι τοῦ Θεοῦ, πρόδηλον ὡς οὐ τόπῳ, εὐχόμενοι ἀκούονται· Κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης. Κατ' ἀρετήν τις προκόπτων, ἐπὶ κρεῖττον ἀπ' ἀρετῆς διαβαίνει· ὑπερβαίνοντος δὲ, τὸ 64.708 μηδὲ ὅλως εἰδέναι, ἀλλ' ὑπερβαίνειν ἐξ ἑτέρων εἰς ἕτερον. Φήμη ἀγαθὴ πιαίνει ὀστᾶ. [ξοδ. φ. 68 β.] Ἤτοι ἣν ἀκούῃ, ἢ ἢν αὐτὸς ἑαυτῷ περιποιεῖται. Ἐπιῤῥώννυσι δὲ τὰ εὔτονα τῆς ψυχῆς θεωρήματα. Φόβος Κυρίου παιδεία καὶ σοφία. [ξοδ. φ. 69 α.] Ὁ τοῦ Θεοῦ γὰρ φόβος κατορθοῖ τὸν βίον, τόν τε πρακτικὸν καὶ τὸν θεωρητικόν. Ταύτῃ δὲ τῇ παιδείᾳ, ἡ σοφία τὸ τῆς δόξης αἴτιον ἀποκριθήσεται, ἤτοι συναντήσεται, ἢ εὑρήσει αὐτὴν, ἢ καὶ ἀφορισθήσεται.

ΚΕΦΑΛ. ΙΣΤʹ.

Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ, φανερὰ παρὰ τῷ Θεῷ. [ξοδ. φ. 69 α.] Ἀντὶ τοῦ λαμπρὰ, δῆλα ὡς ὄντα φῶς· ὡς γὰρ αὐτοῦ ὁρῶντος ἅπαντα πράττει· οὐ μικρὰν ὁδὸν δείκνυσιν ἡμῖν κατορθωμάτων τὴν ταπεινοφροσύνην. Οὐ γάρ ἐστι συντετριμμένον ἄνθρωπον μὴ μεγάλα κατορθοῦν. Τῶν γὰρ ὑπερηφάνων τὰ ἔργα, οὐ βούλεται εἰδέναι. Οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Τουτέστιν ἐν κινδύνοις οὐ στήσονται. Ἢ ἡμέραν κακὴν τῆς κρίσεως λέγει, Χειρσὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται. Πράξεις πράξεσι συνάπτων ἀδίκως, σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων σφιγγόμενος κολασθήσεται. -[ξοδ. φ. 69 β.] Ἐπιθυμήσας γὰρ σοφίας, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν· εἰ δὲ ὁδὸς γνώσεως ὁ Θεὸς, ἀρχὴ ταύτης ὁ νόμος παιδαγωγὸς ἡμῶν γενόμενος εἰς Χριστόν· μή ποτε δὲ καὶ ἡ θεωρία ἐστίν. Τὸ ποιεῖν δίκαια, δεκτὸν παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὅτι ἔλεον θέλω καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Ὁ