1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

23

ρων ἡ ὀλιγοψυχία. Ἐκεῖνον γὰρ καὶ οἰκέτης, ὁ παῤῥησίαν οὐκ ἔχων ἐξουσίας, δύναται παραμυθήσασθαι· τοῦτον δὲ οὐχί. Ἢ ὥσπερ πάρδαλις ἀπορουμένη λέγεται ὁ Κύριος πρὸς τοὺς ἁμαρτάνοντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτως καὶ ὀλιγόψυχος ἐπὶ τοῖς πλημμελοῦσιν. ∆ όμα ἀνθρώπου ἐμπλατύνει αὐτόν. [ξοδ. φ. 79 α.] Ὅτι ἐὰν καὶ οὗτος ἱλαρὸς ᾖ πρὸς τὸ διδόναι, καὶ ἐκεῖνος μὴ πρόχειρος ᾖ πρὸς τὸ λαβεῖν, οὐδὲν ἔσται δεινόν. Ἢ, οὐ στενοχωρηθήσεται ὁ διδοὺς πένησιν, ὡς εἷς δὲ τῶν δυναστῶν ἔσται. ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Προήρπασεν, φησὶν, αὑτοῦ τὴν πρᾶξιν, ᾠκειώσατο τὸν δικαστήν· οὐδὲν γὰρ οὕτως ὡς ἄρνησις παροξύνειν εἴωθεν. Οὐ μετὰ τοῦ αὐτοῦ σχήματος ἐρεῖ. Ὥστε καὶ τῷ προφθάσαι ὁμολογῆσαι, καὶ τῷ μετὰ τοῦ οἰκείου συνειδότος αὐτὰ ἀπαγγεῖλαι, ᾠκειώσατο. Ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει πράγματα. Ἢ τοῦτο φησίν· Καὶ ἐν αὐτοῖς τοῖς δυνάσταις ἰσχὺν ἔχει τὰ χρήματα. Τοῦτο γὰρ κλῆρος. Ἢ ὅτι καὶ οἱ ἄρχοντες οὐκ ἔχοντες τὸν δικάζοντα, κλήρῳ πείθονται τῷ διακληροῦντι αὐτοῖς τὰ πατρῷα· καὶ τὴν προσδοκωμένην δὲ ἀντιλογίαν ὁ Ματθαίου κλῆρος ἔπαυσε, καὶ δυνατοῖς ἐπέταξε τοῖς ἀποστόλοις. Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. [ξοδ. φ. 79 β.] Ὁμοφρονοῦντες οἱ Χριστοῦ μαθηταὶ, ἀδελφοὶ ἦσαν, καὶ ὡς μυρίοις ἕρκεσιν ἠσφαλισμένον βασίλειον ὀχυροὶ ἦσαν· εἷς ὑφ' ἑνὸς βοηθούμενος· ἦσαν γὰρ ὁμοφροσύνη· καὶ τὸ ἕνα ὑφ' ἑνὸς βοηθεῖσθαι, ὀχυρωτέρους αὐτοὺς ἀπεργάζεται. Ἀπὸ καρπῶν στόματος ἀνὴρ ἐμπίμπλησι κοιλίαν. Λόγων αἰσθητῶν μὴ πληρούντων κοιλίαν, ἀνάγκη τῶν πνευματικῶν τροφῶν τὸ δοχεῖον νοεῖν· ἣν οὐκ ἄνθρωπος ἁπλῶς, ἀλλ' ἀνὴρ πληροῖ. Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης. Θάνατος δὲ γλώσσης, ὅτε φθέγγεται τὰ κακὰ, ἀφιεῖσα τὸν τοῦ Θεοῦ νόμον, ζωὴ δὲ πάλιν ὅτε ὀρθὰ προφέρει τὰ δόγματα.

ΚΕΦΑΛ. ΙΘʹ.

Πλοῦτος προστίθησι φίλους πολλούς. [ξοδ. φ. 80. β.] Ἢ πλούσιον ἐνταῦθα τὸν συνετόν φησι, πένητα δὲ τὸν ἐναντίον. Ἢ εἰ μὴ τοῦτο, συμβαῖνον πρᾶγμα λέγει οὐκ ἐπαινῶν, οὐδὲ ἀποδεχόμενος, ἀλλ' ἀρκούμενος τῇ κατηγορίᾳ ταύτῃ, ὡς αὐτόθεν ὄντος δήλου. Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων. Ἐνταῦθα παιδεύει, καὶ ἀπάγει τοὺς θεραπευομένους μὴ θεραπεύεσθαι ὑπὸ πονηρῶν. Ὄνειδος δὲ ἐπ' αὐτῷ ἔσται, φησί· κἂν χρήματα δῷ, μόνον θεραπεύει· κἂν ἀργύριον ἐπιδῷ, ἐπονείδιστος ἔσται. Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. Εἰ γὰρ ἔνθα ἡ φύσις ἐκέλευσεν οὐ πείθεται, πολλῷ μᾶλλον ἐπ' ἄλλων μακρὰν φιλίας. Ὃς δὲ ἐρεθίσει λόγους, οὐ σωθήσεται. [ξοδ. φ. 81 α.] Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς πᾶν εἶδος κακίας, τοῦ 64.721 μὴ σωθῆναι τὸν ἄνθρωπον. Ὁ κτώμενος φρόνησιν, ἀγαπᾷ ἑαυτόν. Ὁ κτώμενος φρόνησιν, ἀγαπᾶσθαι ἑαυτὸν ποιεῖ ὑπὸ Θεοῦ καὶ τῶν ἀγγέλων. Ὃς δὲ φυλάσσει εἰς τέλος τὴν φρόνησιν, εὑρήσει ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καθά φησι Παῦλος. Οὐδεὶς γὰρ ἐγκληθήσεται ἀγαθὸς, μὴ εὑρὼν ταῦτα ἀγαθά. Ἐλεήμων ἀνὴρ, μακρόθυμος, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. [ξοδ. φ. 84 β.] Ἢ τοῦτό φησιν, ὅτι μακροθυμοῦντος, καυχῶνται οἱ παράνομοι· ἢ ὅτι καθ' ἑαυτῶν καυχῶνται οὗτοι· οὐδενὸς γὰρ ἑτέρου ἔστιν κατακαυχᾶσθαι, ἢ τῶν παρανόμων τοῦ μακροθύμου. Τῷ θέλειν γὰρ παράκειται ἐνεργεῖν. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. [ιβιδ.] Ἀπὸ κακῆς αἰτίας οὐ δέχεται προσφορά· καὶ ψυχῆς ἀκαθάρτου ἡ κατάστασις,