1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

25

Στάθμιον μέγα καὶ μικρόν. [ξοδ. φ. 85 β.] ∆ιάθεσις δολερὰ, λόγον ἔχουσα χρηστὸν, καὶ πρᾶξιν ἀκάθαρτον. Ἢ παντὸς πράγματος ὑπερβολὴ καὶ ἔλλειψις. Παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί. [ιβιδ.] Οὐ δύναται θνητὸς, τουτέστιν ἁμαρτωλὸς, ἐννοῆσαι τὰς ὁδοὺς Κυρίου· ἐπειδὴ θνητὸς ὢν, οὐ συναπέθανε καὶ συνέζησε τῷ Χριστῷ. Πρὸς γὰρ τὴν βασιλείαν τῶν οὐρανῶν τοῦ πορευθῆναι, παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνθρώπου. Φῶς Κυρίου, πνοὴ ἀνθρώπων, καὶ λύχνος ὃς ἐρευνᾷ ταμιεῖα κοιλίας. [ξοδ. φ. 86 α.] Τοῦτο λέγει, ὅτι οὐδὲν αὐτῷ σκοτεινὸν ἔνδον. Ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ, ἡ ἐρευνωμένη αὐτῷ, φῶς ἐστι τῷ Θεῷ, ὥσπερ ἂν εἰ αὐτὴ παραφανείη καὶ ἅπτοι λύχνον. Τὸ τοῦ Κυρίου φῶς, ζωῆς αἴτιον τοῖς λογικοῖς· Ἡ ζωὴ γὰρ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἑξῆς ἐμπνεύσας εἰς τὸ πρόσωπον τοῦ ἀνθρώπου ὁ Θεὸς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν· ᾧ φωτὶ κατάλληλος λύχνος ἐρευνᾷ τὰς κεκρυμμένας νόσους, φωτίζων. Λύχνος δὲ καὶ ὁ νόμος, 64.725 παιδαγωγὸς ἡμῶν γενόμενος εἰς Χριστόν. Ἐλεημοσύνη καὶ ἀλήθεια περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Ὅπου γὰρ ἀλήθεια καὶ δικαιοσύνη, οὐδὲν ἄδικον. Ὁ ταύτας οὖν ἔχων, φυλάττεται ὑπ' αὐτῶν. Κόσμος νεανίαις, σοφία, Καὶ ποία οὖν δόξα τῆς φύσεως ἔστι; Ποῖος δὲ πρεσβύτερος τοῦτο οὐκ ἔχει; Ἢ τοῦτό φησιν· Ὥσπερ τοῦτον ἡ πολιὰ ποιεῖ αἰδέσιμον, οὕτως ἐκείνους ἡ σοφία. Ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς. Οὐχὶ τὴν ὄψιν μόνον, ἀλλὰ καὶ τὴν καρδίαν πλήττονται οἱ κακοί· αὕτη μὲν γὰρ καὶ θεραπευθῆναι δύναται, ἐκείνη δὲ οὐχί. Ἐν γὰρ τοῖς ταμιείοις ἐστίν. Ἢ ὅτι καθάπτονται αὐτῶν αἱ τιμωρίαι μέχρι βάθους ψυχῆς· τοῦτο γὰρ ταμιεῖα κοιλίας. Ἕξεις δὲ νῦν μοχθηραὶ, ταμιεῖα· καὶ διὰ γνώμην γὰρ κολαστέος ὁ φαῦλος.

ΚΕΦ. ΚΑʹ. Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ. [ξοδ. φ. 86 β.] Ἐπεὶ πολλὰ περὶ βασιλέων διελέχθη, δείκνυται τὸν ἐκείνων ἰσχυρότερον, ὡς εὔκολον αὐτῷ περιτρέπειν οὗ ἂν βούληται, ὥσπερ ὁρμὴν ὕδατος περιάγει πανταχοῦ· καίτοι οὐδεὶς ἂν αὐτὸν ἐκκλίνειε διὰ τὸ τῆς ἀρχῆς μέγεθος. Ἢ οὕτως· Τὴν ἐν χειρὶ Θεοῦ καρδίαν, τουτέστι τὴν ἐν τοῖς πράγμασιν αὐτοῦ ἀναστρεφομένην, οὐκ ἔστι δυνατὸν ἐπισχεῖν· εἰς οὐδὲν γὰρ νεύων κακὸν, κατευθύνεται ᾗ ἂν θέλῃ Θεὸς, ὥσπερ ὁρμὴ ὕδατος πανταχοῦ εὐοδοῦται. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας. [ξοδ. φ. 87 α.] Ὕπαιθρος γωνία, πρᾶξις κρυφία, θεωρίας ἁπτομένη, ὑπὸ δὲ τοῦ Ἡλίου τῆς δικαιοσύνης φωτίζεται. Οἶκος δὲ κεκονιαμένος, κακία ἀρετὴν ὑποκρινομένη. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος. Τιμωρουμένων κακῶν σωφρονίζεται ὁ ἀμαθὴς καὶ νήπιος. Οὕτω καὶ ὁ δίκαιος ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται τὰς χεῖρας· τὰς πράξεις αὑτοῦ τῇ ἐκείνου τιμωρίᾳ καθαίρων. Οὕτως καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι τοῦ Ἀχαάβ. Ἐν συναγωγῇ γιγάντων ἀναπαύεται. [ξοδ. φ. 88 α.] Γίγαντας οἶδεν ἡ Γραφὴ τοὺς πονηροὺς καλεῖν, τοὺς φαύλους, τοὺς θρασεῖς, τοὺς θεομάχους· μετ' ἐκείνων ἀριθμηθήσεταί, φησιν. Ἢ οὕτως· Ὁ σφαλλόμενος περὶ τὴν τοῦ κτίσαντος Θεοῦ δικαιοσύνην, ἐν συναγωγῇ τῶν θεομάχων ἀναπαύσεται. Συναγωγὴ δὲ, ἡ κακία καὶ ἡ ἀγνωσία· Ὃς φυλάσσει τὸ στόμα αὑτοῦ, κ. τ. λ. [ξοδ. φ. 89 α.] Εἰ ὁ ἀγαπῶν τὸν πλησίον φυλάσσει νόμον, ἡ ἀγάπη τῷ πλησίον οὐδὲν κακὸν