1

 2

 3

 4

 5

 6

 7

 8

2

ἀλλὰ τί; Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο Θεοῦ ἔργον. Ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τί ἔχεις; Ἔλεον θέλω, φησὶ, καὶ οὐ θυσίαν.

ΚΕΦΑΛ. Βʹ. Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν

Ἰησοῦ Χριστοῦ τῆς δόξης. Τίνος ἕνεκεν σὺ μέγα φρονεῖς, φησίν; Ἢ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; Οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ αὐχίζεις σαυτόν; τί αἰσχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σὺ, καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. Οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Παρεγένετο ὁ πένης· γενοῦ κατ' αὐτὸν τῷ φρονήματι· μὴ μείζονα καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πένης καὶ πλούσιος ἐν Χριστῷ.

Μὴ τοίνυν ἐπαισχύνῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν. Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου, πλου 64.1044 σίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δίδους τι καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ' ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος. Εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ. Ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. Παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόμενον ὑβρίζεις, πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον! Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ὑμᾶς; Φέρετε γενναίως τὰς πλεονεξίας. Ἑαυτοὺς ἀναιροῦσιν ἐκεῖνοι, οὐχ ὑμᾶς.

Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος. Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Βέλτιον γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Κατακαυχᾶται ἔλεον κρίσεως. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν. Φίλη γὰρ τοῦ Θεοῦ ἐστι, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν· καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· 64.1045 ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. -Καὶ μετ' ὀλίγα· Βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους.