1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

δέχεται τραύματα, καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἑλκῶν· κλυδωνίζεται, ἀλλ' 52.398 οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὐχ ὑπομένει· παλαίει, ἀλλ' οὐχ ἡττᾶται· πυκτεύει, ἀλλ' οὐ νικᾶται. ∆ιὰ τί οὖν συνεχώρησε τὸν πόλεμον; Ἵνα δείξῃ λαμπρότερον τὸ τρόπαιον. Παρῆτε κατὰ τὴν ἡμέραν ἐκείνην, καὶ ἐβλέπετε ὅσα ἐκινεῖτο ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἐπειγόμεθα. Ἀλλὰ τί; Τοῦ Θεοῦ χάριτι οὐδὲν ἡμᾶς ἐκείνων κατέπληξε. βʹ. Ταῦτα δὲ λέγω, ἵνα καὶ ὑμεῖς μιμῆσθε. ∆ιὰ τί δὲ οὐ κατεπλάγημεν; Ὅτι οὐδὲν τῶν παρόντων δεινῶν ἐδεδοίκαμεν. Τί γάρ ἐστι δεινόν; Θάνατος; Οὐκ ἔστι τοῦτο δεινόν· ταχέως γὰρ ἐπὶ τὸν λιμένα ἀπερχόμεθα τὸν ἀκύμαντον. Ἀλλὰ δημεύσεις; Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἀλλ' ἐξορίαι; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ συκοφαντίαι; Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἑώρων τὰ ξίφη, καὶ τὸν οὐρανὸν ἐλογιζόμην· προσεδόκων τὸν θάνατον, καὶ τὴν ἀνάστασιν ἐνενόουν· ἑώρων τὰ κάτω πάθη, καὶ ἠρίθμουν τὰ ἄνω βραβεῖα· ἔβλεπον τὰς ἐπιβουλὰς, καὶ ἐλογιζόμην τὸν ἄνω στέφανον· ἡ γὰρ ὑπόθεσις τῶν ἀγώνων ἀρκοῦσα ἦν εἰς παράκλησιν καὶ παραμυθίαν. Ἀπηγόμην δὲ, ἀλλ' οὐκ ἦν ὕβρις ἐμοὶ τὸ γινόμενον· ὕβρις γὰρ ἓν μόνον ἐστὶν, ἡ ἁμαρτία. Κἂν γὰρ ἡ οἰκουμένη πᾶσά σε ὑβρίζῃ, σὺ δὲ σαυτὸν μὴ ὑβρίσῃς, οὐχ ὑβρίσθης. Προδοσία μόνη ἡ τοῦ συνειδότος. Μὴ προδῷς σου τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν. Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματά μου πράγματα γινόμενα, τὴν ὁμιλίαν μου, τὴν διὰ τῶν ῥημάτων, ἐπὶ τῆς ἀγορᾶς διὰ τῶν πραγμάτων κηρυττομένην. Ποίαν ὁμιλίαν; Ἣν ἔλεγον ἀεί. Ἄνεμος ἔπνευσε, καὶ τὰ φύλλα κατέβαλεν. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἀπῆλθεν ἡ νὺξ, καὶ ἐφάνη ἡ ἡμέρα· ἠλέγχθη ἡ σκιὰ, καὶ ἐφάνη ἡ ἀλήθεια. Ἀνέβησαν ἕως τῶν οὐρανῶν, καὶ κατέβησαν ἕως τῶν πεδίων. Τὰ κύματα γὰρ ἄνω κατεστάλη διὰ τῶν ἀνθρωπίνων πραγμάτων. Πῶς; ∆ιδασκαλία ἦν τὰ γινόμενα. Καὶ ἔλεγον πρὸς ἐμαυτόν· Ἆρα σωφρονίσονται οἱ μετὰ ταῦτα; ἆρα οὐ παρέρχονται δύο ἡμέραι, καὶ λήθῃ τὰ γινόμενα παραδίδοται; Ἔναυλα τὰ ὑπομνήματα ἦν. Πάλιν εἴπω, πάλιν λαλήσω. Τί ὄφελος; Μᾶλλον δὲ ὄφελος. Κἂν γὰρ μὴ πάντες ἀκούσωσι, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις ἀκούσωσι, τὸ τρίτον μέρος· κἂν μὴ τὸ τρίτον, τὸ τέταρτον· κἂν μὴ τὸ τέταρτον, κἂν δέκα· κἂν μὴ δέκα, κἂν πέντε· κἂν μὴ πέντε, κἂν εἷς· κἂν μὴ εἷς, ἐγὼ τὸν μισθὸν ἀπηρτισμένον ἔχω. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. γʹ. Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον; εἴδετε τὸν πλοῦτον, ὃν ἀεὶ δραπέτην ἐκάλουν, οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον; Οὐ γὰρ καταλιμπάνει τοὺς ἔχοντας μόνον, ἀλλὰ καὶ σφάζει αὐτούς· ὅταν γάρ τις αὐτὸν θεραπεύῃ, τότε μάλιστα αὐτὸν παραδίδωσι. Τί θεραπεύεις τὸν πλοῦτον τὸν σήμερον πρός σε, καὶ αὔριον πρὸς ἄλλον; τί θεραπεύεις πλοῦτον, τὸν μηδέποτε κατασχεθῆναι δυνάμενον; Βούλει θεραπεῦσαι αὐτόν; βούλει αὐτὸν κατασχεῖν; Μὴ κατορύξῃς αὐ 52.399 τὸν, ἀλλὰ δὸς αὐτὸν εἰς τὰς χεῖρας τῶν πενήτων. Θηρίον ἐστὶν ὁ πλοῦτος· ἂν μὲν κατέχηται, φεύγει· ἂν δὲ σκορπίζηται, μένει. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Σκόρπισον, ἵνα μείνῃ· μὴ κατορύξῃς, ἵνα μὴ φύγῃ. Ποῦ ὁ πλοῦτος; ἡδέως ἂν ἐροίμην τοὺς ἀπελθόντας. Λέγω δὲ ταῦτα οὐκ ὀνειδίζων, μὴ γένοιτο, οὐδὲ ἀναξαίνων τὰ ἕλκη, ἀλλὰ τὰ ἑτέρων ναυάγια ὑμῖν λιμένα κατασκευάζων. Ὅτε οἱ στρατιῶται, καὶ τὰ ξίφη, ὅτε πόλις ἐκαίετο, ὅτε διάδημα οὐκ ἴσχυεν, ὅτε πορφύρα ὑβρίζετο, ὅτε μανίας πάντα ἔγεμε, ποῦ ὁ πλοῦτος; ποῦ