1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

Ὑπνοῖ Θεὸς, οὐ καθεύδων, ἀλλὰ μακροθυμῶν. Ἔκλεγε τὰς 52.403 λέξεις. Οὕτω καὶ ὅταν ἀκούσῃς, ὅτι γεννᾷ Θεὸς, μὴ τμῆσιν νόμιζε, ἀλλὰ τὸ ὁμοούσιον. Τὰ γὰρ ῥήματα ταῦτα πολλὰ παρ' ἡμῶν ἐχρήσατο ὁ Θεὸς, καὶ ἡμεῖς παρ' αὐτοῦ, ἵνα τιμηθῶμεν. ηʹ. Συνῆκας τί εἶπον; Πρόσεχε μετὰ ἀκριβείας, ἀγαπητέ. Ὀνόματά ἐστι θεῖα, καὶ ὀνόματα ἀνθρώπινα. Ἔλαβε παρ' ἐμοῦ, καὶ ἔδωκέ μοι αὐτός. ∆ός μοι τὰ σὰ, καὶ λάβε τὰ ἐμὰ, λέγει. Τῶν ἐμῶν χρείαν ἔχεις· οὐκ ἐγὼ χρείαν ἔχω, ἀλλὰ σύ· ἐπειδὴ γὰρ ἡ οὐσία μου ἀκήρατός ἐστι, σὺ δὲ ἄνθρωπος εἶ, σώματι συμπεπλεγμένος, σωματικὰς ζητῶν καὶ λέξεις, ἵνα σὺ, ὁ σώματι συμπεπλεγμένος, λαβὼν ἀπὸ τῶν παρὰ σοὶ γνωρίμων ῥημάτων, νοήσῃς τὰ ὑπερβαίνοντά σε νοήματα. Ποῖα ἔλαβε παρ' ἐμοῦ, ποῖα δὲ ἔδωκέ μοι ὀνόματα; Αὐτὸς Θεός ἐστι, καὶ ἐμὲ θεὸν ἐκάλεσεν· ἐκεῖ φύσις πράγματος, ἐνταῦθα τιμὴ ὀνόματος· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ῥήματά ἐστιν ἐνταῦθα, ἐκεῖ δὲ πραγμάτων φύσις. Ἐκάλεσέ με θεὸν, ἐτιμήθην γάρ. Ἐκλήθη αὐτὸς ἄνθρωπος, ἐκλήθη αὐτὸς Υἱὸς ἀνθρώπου, ἐκλήθη αὐτὸς ὁδὸς, ἐκλήθη αὐτὸς θύρα, ἐκλήθη αὐτὸς πέτρα. Ταῦτα παρ' ἐμοῦ ἔλαβεν, ἐκεῖνα παρ' ἑαυτοῦ τὰ ῥήματά μοι ἔδωκε. ∆ιὰ τί ἐκλήθη ὁδός; Ἵνα μάθῃς, ὅτι δι' αὐτοῦ πρὸς τὸν Πατέρα ἀνερχόμεθα. ∆ιὰ τί ἐκλήθη πέτρα; Ἵνα μάθῃς τὸ ἐπιτήδειον καὶ ἀσάλευτον τῆς πίστεως. ∆ιὰ τί ἐκλήθη θεμέλιος; Ἵνα μάθῃς, ὅτι πάντα βαστάζει. ∆ιὰ τί ἐκλήθη ῥίζα; Ἵνα μάθῃς, ὅτι ἐν αὐτῷ ἀνθοῦμεν. ∆ιὰ τί ἐκλήθη ποιμήν; Ὅτι ἡμᾶς νέμει. ∆ιὰ τί ἐκλήθη πρόβατον; Ὅτι ὑπὲρ ἡμῶν ἐτύθη, καὶ ἱλασμὸς ἐγένετο. ∆ιὰ τί ἐκλήθη ζωή; Ὅτι νεκροὺς ὄντας ἡμᾶς ἀνέστησε. ∆ιὰ τί ἐκλήθη φῶς; Ὅτι σκότους ἡμᾶς ἀπήλλαξε. ∆ιὰ τί ἐκλήθη βραχίων; Ὅτι ὁμοούσιός ἐστι τῷ Πατρί. ∆ιὰ τί ἐκλήθη Λόγος; Ὅτι ἀπὸ τοῦ Πατρὸς ἐτέχθη. Ὥσπερ γὰρ ὁ λόγος ὁ ἐμὸς ἀπὸ τῆς ψυχῆς μου γεννᾶται, οὕτω καὶ ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς ἐτέχθη. ∆ιὰ τί ἐκλήθη ἱμάτιον; Ὅτι ἐνδέδυμαι αὐτὸν βαπτισθείς. ∆ιὰ τί ἐκλήθη τράπεζα; Ὅτι ἐσθίω αὐτὸν ἀπολαύσας τῶν μυστηρίων. ∆ιὰ τί ἐκλήθη οἶκος; Ὅτι οἰκῶ ἐν αὐτῷ. ∆ιὰ τί ἔνοικος; Ὅτι ναὸς αὐτοῦ γινόμεθα. ∆ιὰ τί ἐκλήθη κεφαλή; Ὅτι μέλος αὐτοῦ κατέστην. ∆ιὰ τί ἐκλήθη νυμφίος; Ὅτι νύμφην με ἡρμόσατο. ∆ιὰ τί ἐκλήθη ἁγνός; Ὅτι παρθένον με ἔλαβε. ∆ιὰ τί ἐκλήθη ∆εσπότης; Ὅτι δούλη αὐτοῦ εἰμι. θʹ. Ὅρα γὰρ τὴν Ἐκκλησίαν, ὅπερ ἔλεγον, ὅτι ποτὲ νύμφη ἐστὶ, ποτὲ θυγάτηρ ἐστὶ, ποτὲ παρθένος ἐστὶ, ποτὲ δούλη ἐστὶ, ποτὲ βασίλισσά ἐστι, ποτὲ στεῖρά ἐστι, ποτὲ ὄρος ἐστὶ, ποτὲ παράδεισός ἐστι, ποτὲ πολυτόκος ἐστὶ, ποτὲ κρίνον ἐστὶ, ποτὲ πηγή ἐστι· πάντα ἐστί. ∆ιὰ τοῦτο ἀκούσας ταῦτα, μὴ νόμιζε σωματικὰ εἶναι, παρακαλῶ· ἀλλὰ σύντεινόν σου τὴν διάνοιαν· τὰ γὰρ σωματικὰ τοιαῦτα εἶναι οὐ δύνανται. Οἷόν τι λέγω· τὸ ὄρος παρθένος οὐκ ἔστιν· ἡ παρθένος νύμφη οὐκ ἔστιν· ἡ βασίλισσα δούλη οὐκ ἔστιν· ἡ Ἐκκλησία πάντα ἐστί. ∆ιὰ τί; Ὅτι οὐκ ἐν σώματι ταῦτα, ἀλλ' ἐν ψυχῇ. Ἐν μὲν γὰρ σώματι ταῦτα ἐστενοχώρηται· ἐν δὲ ψυχῇ πολὺ ἔχει τὸ πέλαγος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Βασίλισσα; Ἡ πεπατημένη, ἡ πτωχὴ, πῶς βασίλισσα ἐγένετο; καὶ ποῦ ἀνέβη; Ἄνω παρέστη ἡ βασίλισσα αὐτή. Πῶς; Ἐπειδὴ ὁ Βασιλεὺς ἐγένετο δοῦλος· οὐκ ἦν, ἀλλ' ἐγένετο. Μάθε οὖν τὰ τῆς θεότητος, καὶ σοφίζου τὰ τῆς οἰκονομίας· μάθε τίς ἦν, καὶ τίς ἐγένετο διὰ σὲ, καὶ μὴ σύγχεε τὰ πράγματα, μηδὲ τὴν 52.404 ὑπόθεσιν τῆς φιλανθρωπίας ἀφορμὴν ποιοῦ βλασφημίας. Ὑψηλὸς ἦν, καὶ αὕτη ταπεινή· ὑψηλὸς οὐ τόπῳ, ἀλλὰ φύσει. Ἀκήρατος ἦν, ἀνώλεθρος ἡ οὐσία, ἄφθαρτος ἦν ἡ φύσις, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὢν, ὡσαύτως ὢν, ὑπερβαίνων ἀγγέλους, ἀνώτερος τῶν ἄνω δυνάμεων, νικῶν λογισμὸν, ὑπερβαίνων διάνοιαν, ὀφθῆναι μὴ δυνάμενος, πιστευθῆναι δὲ μόνον. Ἄγγελοι ἔβλεπον καὶ ἔτρεμον, τὰ Χερουβὶμ τὰς πτέρυγας ἐπέβαλλον, πάντα ἐν φόβῳ. Ἐπέβλεπεν ἐπὶ τὴν γῆν, καὶ ἐποίει αὐτὴν τρέμειν· ἠπείλει τῇ θαλάσσῃ, καὶ