1

 2

 3

 4

 5

 6

 7

6

τὸν πόλεμον, καὶ ἀναστεῖλαι τὰ κύματα, ἀλλ' οὐκ ἐποίησα, ἵνα μειζόνως ἡ δύναμίς μου δειχθῇ. Οὐ γὰρ οὕτως ἐδείκνυτο αὐτοῦ ἡ δύναμις, τούτων μὴ γινομένων, ὡς γινομένων μὲν, οὐκ ἰσχυόντων δέ. Ἐπεὶ καὶ κυβερνήτην ἐκεῖνον ἄριστον εἶναί φαμεν, οὐ τὸν ἐν γαληνῷ πόντῳ δυνάμενον κατευθύνειν τὸ σκάφος, ἀλλὰ τὸν μεταξὺ σκοπέλων καὶ κυμάτων καὶ χειμώνων καὶ πνευμάτων διασώζοντα τοὺς ἐμπλέοντας· καὶ ἰατρὸν, τὸν μυρίων νοσημάτων ἐπικειμένων ἐξαρπάζοντα τὸν κάμνοντα· καὶ στρατηγὸν, τὸν πανταχόθεν πολεμίων ἐπιτεθέντων καὶ βαλλόντων δυνάμενον στῆσαι τὸ τρόπαιον· καὶ ποιμένα, τὸν μυρίων λύκων ἐπικειμένων καὶ ἑτέρων ἐπιβούλων διατηροῦντα τὴν ἀγέλην ἐν ἀσφαλείᾳ. Οὕτω δὴ καὶ τότε τοῦτο μάλιστα ἐποίει τὸ θαῦμα, ὅτι δὴ μυρία πάσχοντες ἐκράτουν καὶ περιεγένοντο τῶν ποιούντων αὐτῶν. Ὅτε γοῦν τὸν Πέτρον καὶ τὸν Ἰωάννην, τὸν υἱὸν τῆς βροντῆς, καὶ τὴν κρηπῖδα τῆς πίστεως, εἰς δεσμωτήριον ἐνέβαλον, ἐννόησον πῶς ἀφεθέντων αὐτῶν διαποροῦσιν. Ἀγαγόντες γοῦν αὐτοὺς, ἐν μέσῳ τοῦ θεάτρου λέγουσι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ἰουδαῖοι οἱ αἵμασιν ἐντραφέντες προφητικοῖς, δῆμος μεμηνὼς καὶ λυσσῶν, ὁ τὰ θυσιαστήρια κατασκάψας, ὁ τοὺς προφήτας ἀποκτείνας, ὁ φόνοις συνανατραφεὶς, ὁ θηρίων ἀγριώτερος, ὁ στάζων ἀπὸ τοῦ αἵματος ἔτι τοῦ δεσποτικοῦ, ὁ σταυρώσας· οὗτος δύο λαβὼν ἁλιέας ἀγραμμάτους, ἰδιώτας, ἀσήμους, ἰχθύων ἀφωνοτέρους, ὧν θάτερος οὐδὲ θυρωροῦ ψιλὴν ἀπειλὴν ἤνεγκε· τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων δεινότητα, οὐ 63.500 ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἡλίκον ἀρετή; πῶς οἱ πειρασμοὶ βεβαίωσις τοῦ εὐαγγελίου; Καὶ λέγουσι πρὸς αὐτούς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ;

Καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας; εἰ δὲ Θεός ἐστι, τίνος ἕνεκεν οὐ προσκυνεῖς; Οὐκ ἐβόας πρώην λέγων, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πόθεν δέδοικας τὸ αἷμα; τί σου τὴν διάνοιαν διέσεισεν; οὐκ ἔδησας; οὐκ ἐμάστιξας; οὐκ ἐσταύρωσας; οὐ νεκρὸν εἶδες καθαιρούμενον ἀπὸ τοῦ σταυροῦ; οὐ θαπτόμενον ἐθεάσω, καὶ τῇ γῇ κρυπτόμενον; οὐ σήμαντρα ἐπέθηκας τῷ τάφῳ; οὐκ ἐπρίω τοὺς στρατιώτας; οὐ φήμην διέσπειρας, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταί; Τί δέδοικας νῦν; τί τρέμεις αὐτοῦ τὸ αἷμα; Ὁρᾷς τὴν ἀλήθειαν διὰ πάντων λάμπουσαν; Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν ἐκείνην τὸ πρᾶγμα αἰρόμενον, καὶ τὰ προοίμια λαμπρὰ καὶ ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ' ἄκρας ἐλάσει τὴν πλάνην, καὶ οὐδὲ ἐνεγκεῖν δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν· δεδοίκασι, τρέμουσι τοὺς δεσμώτας, τοὺς καταδίκους, τοὺς μαστιχθέντας, τοὺς ἐπιβουλευθέντας, τοὺς δύο, τοὺς ἰδιώτας. ∆ιὰ ταῦτα Παῦλος βεβαίωσιν εὐαγγελίου καλεῖ τοὺς πειρασμούς· διὰ ταῦτα καὶ ἀλλαχοῦ φησι· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὸ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τίς εἶδε, τίς ἤκουσεν, ὅτι δεσμὰ θάρσος ποιεῖ, καὶ ἅλυσις παῤῥησίαν ἐργάζεται, οὐ τῷ δεδεμένῳ μόνον, ἀλλὰ καὶ τοῖς μαθητευομένοις; Ἀλλ' ὅμως, ὅτε ταῦτα ἐγίνετο, διὰ τῶν ἐναντίων τὸ κήρυγμα ᾔρετο, καὶ οἱ μαθηταὶ, τοῦ διδασκάλου πολεμουμένου καὶ ἐπιβουλευομένου καὶ δεσμουμένου, μᾶλλον ἐθάῤῥουν, μᾶλλον ἐσκίρτων, μᾶλλον ἐπήδων.

Ἐπῃνέσατε τὰ εἰρημένα; Λοιπὸν μιμησώμεθα τὴν ἀνδρείαν, ζηλώσωμεν τὴν ἀρετὴν, καὶ μηδὲν ἡμᾶς πτοείτω, μηδὲν θορυβείτω τῶν πειρασμῶν· ταῦτα γὰρ