1

 2

 3

 4

3

γὰρ ἦν ἔδαφος γυμνὸν ἰδεῖν, ἀλλὰ πᾶσαν τὴν ὁδὸν σώμασιν ἀνθρωπίνοις καλύψαντες, μίαν σειράν τινα χρυσῆν καὶ συνεχῆ, καὶ ποταμὸν ἕνα πολλῷ τῷ ῥοθίῳ φερόμενον διὰ πάσης ἐδείξατε τῆς ὁδοιπορίας· καὶ ἄνω μὲν εἰς τὸν οὐρανὸν ἀναβλέποντες ἑωρῶμεν σελήνην καὶ ἀστέρας ἐν μέσῳ, κάτω δὲ τῶν πιστῶν τὸ πλῆθος, καὶ τῆς σελήνης λαμπρότερον ἐν τῷ μέσῳ τὴν βασιλίδα φερομένην. Ὥσπερ γὰρ οἱ ἀστέρες οἱ κάτω ἀμείνους τῶν ἄνω· οὕτω καὶ αὕτη πολὺ φαιδροτέρα ἐκείνης. Τί γάρ; τοσοῦτον σελήνη, ὅσον ψυχὴ ἐν ἀξιώματι τοσούτῳ τοσαύτῃ κατακοσμουμένη πίστει; Τί ἄν τις αὐτῆς ἀγάσαιτο πρότερον, τὸν ζῆλον τὸν πυρὸς θερμότερον, τὴν πίστιν τὴν ἀδάμαντος στεῤῥοτέραν, τὴν συντριβὴν τῆς διανοίας καὶ τὴν ταπεινοφροσύνην, δι' ἧς πάντας ἀπέκρυψε, βασιλείαν μὲν καὶ διαδήματα καὶ τὸν ἐντεῦθεν ἅπαντα τῦφον μετὰ πολλῆς ῥίψασα τῆς περιουσίας, ἐνδυσαμένη δὲ τὴν τῆς ταπεινοφροσύνης στολὴν ἀντὶ τῆς πορφυρίδος, καὶ διὰ ταύτης λάμψασα μειζόνως; Βασιλίδες μὲν γὰρ πολλαὶ πολλάκις ἐγένοντο, αἳ τῆς στολῆς αὐτῆς καὶ τῶν διαδημάτων ἐκοινώνησαν μόνον, καὶ τῆς δόξης τῆς βασιλικῆς· ταύτης δὲ μόνης 63.471 οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐτῆς τὸ τρόπαιον Μάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερβολῆς.

∆ιά τοι τοῦτο τῶν μαρτύρων οὐκ ἔλαττον τὸν δῆμον ὠφέλησεν. Ὥσπερ γὰρ πρὸς τὰ λείψανα πάντες ἑώρων, οὕτω καὶ πρὸς τὴν ταύτης προσεδρείαν ἐκεχήνεσαν καὶ πλούσιοι καὶ πένητες, ἀπρὶξ αὐτὴν ἐχομένην τῶν ὀστῶν διὰ τοσαύτης ὁρῶντες ὁδοιπορίας, οὐδὲ ἀποκάμνουσαν οὐδὲ ἀπαγορεύουσαν, ἀλλ' ἐξηρτημένην λάρνακος. ∆ιὰ ταῦτά σε μακαρίζοντες οὐ παυόμεθα, οὐχ ἡμεῖς δὲ μόνοι, ἀλλὰ καὶ αἱ γενεαὶ μετὰ ταῦτα πᾶσαι.

γʹ. Τὰ γὰρ ἐνταῦθα γενόμενα ἀκούσεται μὲν τὰ πέρατα τῆς οἰκουμένης, καὶ

ὅσην ἥλιος ἐφορᾷ γῆν· ἀκούσονται δὲ οἱ μεθ' ἡμᾶς, καὶ οἱ μετ' ἐκείνους, καὶ χρόνος οὐδεὶς λήθῃ παραδώσει τὸ γεγενημένον, τοῦ Θεοῦ πανταχοῦ τῆς οἰκουμένης καὶ πανταχοῦ τῶν μετὰ ταῦτα γενεῶν αὐτὸ μετὰ πολλῆς ἐκπομπεύοντος τῆς περιφανείας. Εἰ γὰρ πόρνης γυναικὸς ἔργον πρὸς τὰ τέρματα τῆς οἰκουμένης ἀφικέσθαι ἐποίησε, καὶ τῇ μνήμῃ κατέστησεν ἀθάνατον· πολλῷ μᾶλλον τῆς κοσμίας καὶ σεμνῆς καὶ σώφρονος γυναικὸς καὶ ἐν βασιλείᾳ τοσαύτην ἐπιδειξαμένης εὐλάβειαν, οὐκ ἀφήσει τὸ ἔργον λαθεῖν, ἀλλὰ μακαριοῦσί σε πάντες, τὴν ξενοδόχον τῶν ἁγίων, τὴν προστάτιν τῶν Ἐκκλησιῶν, τὴν ὁμόζηλον τῶν ἀποστόλων. Εἰ γὰρ γυναικείαν ἔλαχες φύσιν, ἀλλ' ἔξεστί σοι καὶ πρὸς ἀποστολικὰ κατορθώματα ἁμιλλᾶσθαι. Ἐπεὶ καὶ ἡ Φοίβη τότε ἐκείνη ἡ τὸν διδάσκαλον τῆς οἰκουμένης ὑποδεξαμένη καὶ προστάτις αὐτοῦ γενομένη, γυνὴ ἦν καὶ τῆς αὐτῆς σοὶ φύσεως κοινωνοῦσα· ἀλλ' ὅμως τοσοῦτον ἔλαμψεν, ὡς τὸν ἅγιον ἐκεῖνον τὸν τῶν οὐρανῶν ἄξιον καὶ τῶν ἀποστόλων πάντων μείζονα ἀνακηρῦξαι αὐτὴν καὶ εἰπεῖν, ὅτι Προστάτις πολλῶν ἐγένετο, καὶ ἐμοῦ αὐτοῦ. Καὶ Πρίσκιλλα δὲ γυναικείαν ἦν λαχοῦσα φύσιν· ἀλλ' οὐδὲν αὐτῇ κώλυμα γέγονε τοῦτο εἰς τὸ ἀνακηρυχθῆναι καὶ ἀθάνατον αὐτῆς γενέσθαι τὴν μνήμην. Καὶ ἕτερος δὲ πολὺς γυναικῶν ἦν τότε χορὸς ἀποστολικὸν μεταχειρισαμένων βίον. ∆ιὸ καὶ ἡμεῖς μετ' ἐκείνων σε νῦν ἀριθμοῦντες, οὐχ ἁμαρτησόμεθα, ὅτι δὴ λιμὴν εἶ τῶν Ἐκκλησιῶν ἁπασῶν, καὶ τῇ βασιλείᾳ τῇ παρούσῃ πρὸς τὴν κτῆσιν τῆς μελλούσης ἀποκέχρησαι βασιλείας, Ἐκκλησίας ὀρθοῦσα, ἱερέας τιμῶσα, αἱρετικῶν καταλύουσα πλάνην, μάρτυρας ὑποδεχομένη, οὐ τραπέζῃ, ἀλλὰ γνώμῃ, οὐ σκηνῇ, ἀλλὰ προαιρέσει, μᾶλλον δὲ καὶ σκηνῇ καὶ 63.472 προαιρέσει.