1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

σωθέντων ἐκελεύετο· τοῦ γὰρ βαρβάρου πρὸς αὐτὸν λέγοντος, Λάβε σὺ τὸν ἵππον, καὶ δὸς ἡμῖν τοὺς ἄνδρας, τί φησιν; Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, εἰ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Εἶδες πῶς ἐκεῖνο τὸ ἐπίταγμα ἐπλήρωσε τὸ εὐαγγελικὸν τὸ λέγον· ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε; Καὶ Μωϋσῆς δὲ καὶ ἐν βαρβαρικῇ οἰκίᾳ ἐτράφη τε καὶ ηὐξήθη· ἀλλ' ὅμως οὐδὲν ἐντεῦθεν παρεβλάπτετο, ἀλλὰ καὶ αὐτὸς ἐφιλοσόφει τοῦ πατριάρχου οὐκ ἔλαττον, τῆς μὲν Συβαριτικῆς καταγελῶν τραπέζης, καὶ ὑψηλότερος τῆς ἐκείνων τρυφῆς γινόμενος, καὶ πλοῦτον ἀτιμάζων καὶ βασιλείαν καὶ τὰ σκῆπτρα Αἰγύπτου, πρὸς δὲ τὸν πηλὸν καὶ τὴν πλινθουργίαν αὐτομολῶν. ∆ιὸ δὴ καὶ ὁ Παῦλος θαυμάζων αὐτὸν, ἔλεγε· Μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Εἶτα καὶ δεικνὺς τὸν διδάσκαλον τῶν ἀγαθῶν τούτων, προσετίθει λέγων· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν· ὅπερ πίστεως ἦν μεγίστης. Μὴ τοίνυν αἰσχύνην νομίζωμεν τὸ βαρβάρους ἐντῇ Ἐκκλησίᾳ εἶναι, ἀλλὰ καὶ πολὺν κόσμον· καὶ γὰρ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παραγενόμενος εἰς τὴν οἰκουμένην, βαρβάρους πρώτους ἐκάλεσεν.

Ἐπειδὴ γὰρ ἐτέχθη καὶ ἐπὶ τῆς φάτνης ἐτέθη, καὶ μάγοι ἐλθόντες ἀπὸ Περσίδος αὐτὸν προσεκύνουν· ὢ καινῶν καὶ παραδόξων πραγμάτων! βασιλέως μὲν εἰς πόλιν εἰσιέναι μέλλοντος, παραπετάσματα καὶ λαμπάδες, καὶ οἱ ἐν ἀξιώμασι καὶ οἱ ἐν δυναστείαις ἀπαντῶσιν ἅπαντες μετὰ φαιδροῦ τοῦ σχήματος, καὶ αὐλοὶ καὶ σύριγγες καὶ κιθάραι, καὶ πᾶν μουσικῆς γένος, καὶ ἐσθήματα λαμπρὰ καὶ στεφανώματα, καὶ πολλὴ ἡ περιφάνεια· τοῦ δὲ βασιλέως τῶν οὐρανῶν εἰσιέναι μέλλοντος εἰς τὴν οἰκουμένην, οὐδὲν τοιοῦτον, ἀλλὰ τἀναντία πάντα, καλύβη καὶ σκηνὴ καὶ φάτνη, μήτηρ εὐτελὴς τὸ φαινόμενον, καὶ πτωχεία πολλὴ καὶ πενίας ἐπίτασις. Καίτοι γε, εἴπερ ἐβούλετο, ἠδύνατο παραγενέσθαι τὸν οὐρανὸν σείων, τὴν γῆν σαλεύων, ἀστραπὰς ἀφιεὶς, καὶ τί λέγω ταῦτα; γυμνὴν μόνην εἰ ἔδειξε τὴν θεότητα, τοῦτο πόσης λαμπρότητος καὶ φαιδρότητος μεῖζον οὐκ ἂν ἦν; Ἀλλ' οὐκ ἐποίησεν οὕτως· οὐ γὰρ ἀπολέσαι, ἀλλὰ σῶσαι ἐβούλετο, οὐκ ἐκπλῆξαι, ἀλλὰ διορθῶσαι, καὶ ἐκ προοιμίων τὸν τῦφον καταπατῆσαι τὸν ἀνθρώπινον καὶ τὴν ἀπόνοιαν κατενεγκεῖν, ∆ιὰ δὴ τοῦτο οὐκ ἄνθρωπος γίνεται μόνον, ἀλλὰ καὶ πτωχὸς ἄνθρωπος, καὶ μητέρα τοιαύτην αἱρεῖται, καὶ καταγώγιον εὐτελὲς, τὸν ἔσχατον τῆς πενίας ὅρον ἐκ προοιμίων αὐτῶν καὶ ἐξ αὐτῶν ὠδίνων ἀσπαζόμενος. Ποία γὰρ, εἰπέ μοι, γυνὴ, κἂν ἁπάντων ἀνθρώπων πτωχοτέρα ᾖ, κἂν αὐτοπροσαῖτις, οὐκ ἔχει κλίνην ὥστε τὸ τεχθὲν παιδίον κατακλῖναι; Ἀλλ' αὐτὸς οὐδὲ ἐν κλίνῃ κατεκλίνετο, ἀλλ' ἐν φάτνῃ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ἐν καλύβῃ καὶ οὐκ ἐν καταλύματι. Τοιαῦτα τῆς εἰσόδου αὐτοῦ τὰ προοίμια, οὕτω λαμπρὰ καὶ περιφανῆ· εἴσοδον δὲ ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν.

γʹ. Καὶ γὰρ ὁ Παῦλος ὅταν λέγῃ, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς

τὴν οἰκουμένην, τὴν οἰκονομίαν ἡμῖν ἀπαγγέλλει· ὁ γὰρ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν, ποῦ ἂν εἰσέλθοι; ἀλλὰ τὴν διὰ τῆς οἰκονομίας φανέρωσιν οὕτως ἐκάλεσεν. Εἰσιὼν τοίνυν εἰς τὴν οἰκουμένην, μετὰ ταπεινοῦ τοῦ σχήματος εἰσῄει, τὸν τῦφον καταπατῶν, τὴν ἀπόνοιαν καταστέλλων, μετριάζειν ἅπαντας πείθων, μὴ ἀτιμάζειν πενίαν μήτε ἐξευτελίζειν πτωχείαν, μὴ κεχηνέναι πρὸς πλοῦτον, μὴ μέγα νομίζειν εἶναι τὴν φαντασίαν τὴν ἀνθρωπίνην, ἀλλὰ σκιᾶς ἀδρανεστέραν, καὶ φύλλων εὐτελεστέραν, [καὶ] ὀνειράτων ἀπατηλοτέραν.

Εἰσελθὼν τοίνυν, βαρβάρους ἐκάλεσε, καὶ βαρβάρους οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ καὶ μάγους, τὸ ἐπιτεταμένον τῆς ἀσεβείας εἶδος. Ἐπειδὴ γὰρ τὰ τῆς οἰκουμένης ἅπαντα κακῶς διέκειτο, καὶ ἀσέβεια πανταχοῦ ἐκράτει, καὶ κνῖσσα καὶ καπνὸς, καὶ οὔτε νόμος ἴσχυεν, οὔτε προφῆται διώρθωσαν, οὐ παραινέσεις ὠφέλησαν, οὐ