1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

θαύματα, οὐ κόλασις, οὐ τιμωρίαι, καὶ ἡ γῆ δὲ ἀνθρωπίνοις αἵμασιν ἐμολύνετο, καὶ ἡ φύσις αὐτὴ ἠγνοεῖτο· Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις· θυσιαστήρια κατεσκάπτετο, προφῆται ἀνῃροῦντο, καὶ ὁ τῆς εὐσεβείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους, βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο· Τὸ γὰρ ὄνομά μου δι' ὑμᾶς βλασφημεῖται, φησὶν, ἐν τοῖς ἔθνεσι· καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φωναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ' ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα· πῶς γὰρ, τῶν μὲν προφητῶν κατηγορούντων, τῶν δὲ ἀγγέλων τῶν καθ' ἕκαστον ἔθνος ἐπιστατούντων ἐγκαλυπτομένων; τὸν δημιουργὸν τοῦ παντὸς ὁ καιρὸς ἐκάλει λοιπὸν, αὐτὸν τὸν πλάστην τὸν καὶ ἐξ ἀρχῆς τὸ γένος ἡμῶν ποιήσαντα.

Ἐπεὶ οὖν χαλεπωτάτη ἡ νόσος, μάλιστα δὲ ἐξ ἀπονοίας καὶ ἀλαζονείας αὕτη ἐτέχθη, καὶ ἡ ἀρχὴ καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν πραγμάτων διεφθείρετο· ἥλατο ἐκ τῶν θρόνων τῶν πατρικῶν, καὶ εἰς τὴν γῆν ἦλθεν. Τὸ δὲ ἥλατο πάλιν ὅταν ἀκούσῃς, μὴ μετάβασιν τόπου νόμιζε, μὴ ἐρήμωσιν οὐρανῶν· καὶ γὰρ ἐν τῇ μήτρᾳ ὢν τῇ παρθενικῇ, μετὰ τοῦ Πατρὸς ἦν· τὸ δὲ πῶς μὴ ζήτει μηδὲ εὐθύνας ἀπαίτει· ὅταν γὰρ ὁ Θεὸς ἐργάζηται, πίστεως χρεία μόνης καὶ συγκαταθέσεως καὶ ὁμολογίας. Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω 63.505 πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα· ὅρα ἐκ προοιμίων τί ποιεῖ· τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθενηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀναπαλαῖσαι δι' αὐτῆς· καὶ ἐκ τῶν προπυλαίων εὐθέως αὐτῶν καὶ τῶν προοιμίων πρόῤῥιζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν· καὶ γὰρ πάντων αἴτιον τῶν κακῶν τοῦτο γέγονε. Τὸν γοῦν διάβολον οὐκ ὄντα διάβολον, τοῦτο διάβολον εἶναι πεποίηκε· καὶ δείκνυσιν ὁ Παῦλος λέγων· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Τοῦτο τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέβαλεν· ἐπειδὴ γὰρ ἤκουσεν, Ἔσεσθε ὡς θεοὶ, τῇ ἐλπίδι ταύτῃ ἀπατηθεὶς, ἥψατο τοῦ δένδρου, καὶ τὸν νόμον ἐπάτησε, καὶ τὴν ἐντολὴν παρέβη. ∆ιά τοι τοῦτο καὶ ὁ Θεὸς κατάλληλον τῷ τραύματι τὸ φάρμακον κατεσκεύασεν. Ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰατικὰ, καθάπερ καὶ ἰατρῶν παῖδές φασι, καὶ τὸ κατεψυγμένον θερμαίνομεν, καὶ τὸ καταξηρανθὲν ὑγραίνομεν· οὕτω δὴ καὶ ὁ Θεὸς ἐπὶ τῶν παθῶν τῆς ψυχῆς ἐποίησεν.

Ἐπειδὴ γὰρ ἀπόνοια αὐτὴν ἐπῆρε καὶ φλεγμᾶναι παρεσκεύασε, φάρμακον ἐπέθηκε καταστέλλον αὐτῆς τὸ φύσημα καὶ καθαιροῦν τὸ οἴδημα. Ποῖον δὲ φάρμακον; Τὸν θάνατον ἐπιτειχίσας αὐτῇ. ∆ιὰ τοῦτο οὐχὶ θνητὸν τὸ σῶμα μόνον εἰργάσατο, ἀλλὰ καὶ σήπεσθαι παρεσκεύασε καὶ φύρεσθαι, καὶ πηγὰς βρύειν