1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

βασιλεὺς, ἀλλὰ καὶ ἕτερος εὑρίσκεται τοῦτο αὐτὸ φανταζόμενος· ὃν γοῦν ὁ Ἰεζεκιὴλ κωμῳδῶν ἔλεγε προφήτης ἕτερος· Σὺ δὲ εἶπας, Θεός εἰμι καὶ οὐκ ἄνθρωπος, κατοικῶν ἐν τῇ καρδίᾳ τῆς γῆς· μὴ ἐν τῇ χειρὶ τῶν ἀποκτενούντων σε ἐρεῖς, ὅτι Θεός εἰμι καὶ οὐκ ἄνθρωπος; Ὁρᾷς ὅτι καὶ οὗτος ᾐνίξατο, ὅτι ὁ θάνατος διὰ τοῦτο ἐπεισῆλθεν, ἵνα τὴν ἀπόνοιαν καταστείλῃ, ἵνα τὴν πονηρὰν ἐκείνην ἔννοιαν, ἣν ἐξ ἀρχῆς ἐνέσπειρε τῷ πρωτοπλάστῳ ὁ διάβολος, πρόῤῥιζον ἀνασπάσῃ; Καὶ γὰρ εἰδωλολατρεία ἐντεῦθεν γέγονεν, ὁ κολοφὼν τῶν κακῶν τῶν ἀνθρώπων, τῶν πολλῶν εἰς ἀπόνοιαν αἰρομένων καὶ ἰσοθεΐας ἐπιθυμούντων.

Ἅπαντες γοῦν οἱ παρὰ τοῖς Ἕλλησι θεοὶ ὑπὸ τῶν ἀνθρώπων ἀνεπλάσθησαν· ἅπερ ἵνα μὴ γένηται, τὸν θάνατον ἐπετείχισεν ὁ Θεὸς, ἐλέγχων τὴν ἀσθένειαν τῆς φύσεως. ∆ιὰ δὴ τοῦτο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τὴν ἀπόνοιαν καταστέλλων, τοιαῦτα τῆς εἰσόδου τὰ προοίμια κατεσκεύασε παθεῖν, καὶ καλύβην καὶ πενίαν καὶ μητέρα πτωχὴν, διὰ τῶν ἔργων πείθων ἅπαντας καταπατεῖν τὸν ἀνθρώπινον τῦφον· καὶ παραγενόμενος, πρῶτον βαρβάρους καλεῖ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ κακῶς τὸ τῶν ἀνθρώπων διέκειτο γένος (πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον), καὶ πάντες ἀπεγνώκεισαν τῆς σωτηρίας, τὴν ἀκρόπολιν τοῦ διαβόλου καὶ τὰ ἰσχυρότατα αὐτοῦ ὅπλα μετατίθησι πρῶτα, ἵνα τῶν 63.507 ἄλλων μηδεὶς ἀπογινώσκῃ. Ἄλλως δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων τοῦτο γίνεται, ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν, οὗτοι δὲ καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, ὥστε αὐτὸν ἰδεῖν καὶ προσκυνῆσαι, καὶ περιιόντες λέγουσι· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;

εʹ. Ὢ θαυμαστῶν καὶ παραδόξων πραγμάτων· παρὰ βαρβαρικῆς πρώτης

φωνῆς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν Ἰουδαίᾳ κηρύττεται, ἔνθα προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι καὶ νόμος καὶ κιβωτὸς καὶ διαθήκη καὶ ναὸς καὶ θυσίαι καὶ λατρεῖαι· καὶ οἱ μὲν τούτοις ἐντραφέντες οὐδὲ παρὰ βαρβάρων μαθόντες παιδεύονται· οἱ δὲ μηδενὸς μηδέποτε τοιούτου ἀκούσαντες διδάσκαλοι τῶν ταῦτα μελετησάντων γίνονται. ∆ιὰ δὴ τοῦτο κωμῳδῶν αὐτοὺς ὁ προφήτης ∆αυῒδ ἔλεγεν· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ ἐμελέτησαν μὴ δεξάμενοι τὸν προφητευθέντα; Ἀλλ' οὐχ οἱ μάγοι, ἀλλὰ πατρίδα καταλιπόντες καὶ οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, καὶ εἰς κίνδυνον ἑαυτοὺς ἔῤῥιψαν. Εἰς γὰρ βασιλευομένην πόλιν ἐλθόντες ἠρώτων, ποῦ ὁ βασιλεὺς ἐτέχθη; οὐ τοῦ βασιλεύοντος τότε τὸν θυμὸν ὑπειδόμενοι, οὐ τοῦ δήμου τὴν ἐπανάστασιν, οὐ τῆς πόλεως τὰς ἐπιβουλάς. Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φιλόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολμῶντες θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες.

∆ιὰ γὰρ τοῦτο καὶ ὁ ἀστὴρ κρύπτεται, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα ἀναγκασθῶσι παρὰ Ἰουδαίων μανθάνειν, μᾶλλον δὲ ἐν τῷ μανθάνειν διδάσκειν ἐκείνους· τὸν γὰρ τόπον ζητοῦσι μόνον, ὅτι δὲ ἐτέχθη, προλαβόντες ᾔδεσαν. Ἀλλ' ὅρα Θεοῦ σοφίαν, πῶς αὐτοὺς ἐκάλεσεν. Οὐ προφήτην ἔπεμψεν, οὐ γὰρ ἂν ἠνέσχοντο· οὐκ ἀπόστολον, οὐ γὰρ προσεῖχον· οὐ γραφὰς, οὐ γὰρ ᾔδεσαν· ἀλλ' ἀπὸ τῶν οἰκείων καὶ συντρόφων πραγμάτων ἀνιμᾶται τῆς πλάνης αὐτούς. Ἐπειδὴ γὰρ μάγοι ἦσαν, καὶ περὶ ἀστέρας αὐτοῖς ἡ τέχνη, ἀστὴρ αὐτοῖς φαίνεται, ἕλκων αὐτοὺς ἀπὸ τῆς ὑπερορίας, ἀστὴρ οὐχ εἷς τῶν ὁρωμένων, ἀλλὰ θεία τις καὶ ἀόρατος δύναμις εἰς ὄψιν ἀστέρος σχηματισθεῖσα· ἕλκει δὲ αὐτοὺς ἀστὴρ, ἵνα ἀπαλλάξῃ τοῦ περὶ ἀστέρας λοιπὸν ἠσχολῆσθαι, καὶ τὴν τῆς ἀστρονομίας καταλύσῃ τυραννίδα. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε, τὸν ∆εσπότην τὸν ἑαυτοῦ μιμούμενος· Μιμηταὶ γάρ μου