1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

γίνεσθε, φησὶ, καθὼς κἀγὼ Χριστοῦ. Καθάπερ γὰρ ὁ ∆εσπότης αὐτοῦ μάγους καλῶν ἀστέρος ἔπεμψεν ὄψιν, ἵνα τὸ σύνηθες ἐπιγνόντες εὐκόλως ὑπακούσωσι, καὶ ἐλθόντες τὸν τῶν ἀστέρων ἴδωσι ∆εσπότην, καὶ τῆς δουλείας ἀπαλλαγέντες ἐκείνης, ταύτῃ προσέλθωσι τῇ δεσποτείᾳ· οὕτω δὴ καὶ αὐτὸς μέλλων περιτομὴν καθαιρεῖν, μετὰ περιτομῆς ἔπεμψε τὸν Τιμόθεον. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν οἱ μέλλοντες αὐτὸν δέχεσθαι, αὐτὸς δὲ ἦν γυναικὸς Ἰουδαίας πιστῆς υἱὸς, πατρὸς δὲ Ἕλληνος, καὶ διὰ τοῦτο ἀκρόβυστος, περιέθηκε τὴν περιτομὴν, τὰ τῶν ἁλιέων ἐργαζόμενος· καὶ γὰρ ἐκεῖνοι τὸ ἄγκιστρον γυμνὸν οὐκ ἀφιᾶσιν εἰς τὸ πέλαγος, ἀλλὰ κρέας αὐτῷ περιτιθέντες. Ἔστω τοίνυν ἡ συναγωγὴ πέλαγος, οἱ δὲ Ἰουδαῖοι ἰχθύες, τὸ δὲ ἄγκιστρον ὁ Τιμόθεος, ἡ δὲ περιτομὴ τὸ κρέας τὸ τῷ ἀγκίστρῳ περιτιθέμενον, ὁ δὲ ἁλιεὺς ὁ Παῦλος· ῥίπτει τοίνυν τὸ ἄγκιστρον εἰς τὴν θάλατταν, ἀλλ' οὐ γυμνὸν, τὸν Τιμόθεον, μετὰ περιτομῆς, ἀλλ' 63.508 οὐκ ἀκρόβυστον· εἰ γὰρ ἀκρόβυστον ἔπεμψεν, ἔφυγον ἂν οἱ ἰχθύες, γυμνὸν τὸ ἄγκιστρον θεασάμενοι· διὰ τοῦτο αὐτὸ περιστέλλει τῇ περιτομῇ, ἵνα τὸ σύνηθες ἐπιγνόντες, δράμωσιν ἐπὶ τὴν θήραν, καὶ μὴ σοβήσῃ τὴν ἄγραν δραμόντων ἐπὶ τὴν θήραν· ὅπως ἑλκυσθῶσι μὲν διὰ περιτομῆς, κατασχεθῶσι δὲ τῷ λόγῳ τῆς διδασκαλίας· ὃ δὴ καὶ γέγονεν. Εἰσελθὼν γὰρ καὶ περιτομὴν ἔχων, κατέλυσε τὴν περιτομήν.

Τοιαῦτα γὰρ τὰ τῆς οἰκονομίας· συγκαταβαίνει πρότερον, καὶ τότε ἀνασπᾷ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε βαρβάρους καλῶν. Ὥσπερ γὰρ ἀνθρώπους καλῶν, ἄνθρωπον [ἀνθρώπου?] περιέθηκεν ἑαυτῷ καὶ ὄψιν καὶ φύσιν· οὕτω καὶ μάγους καλῶν, τὴν ἀόρατον δύναμιν εἰς ἀστέρος ὄψιν ἐσχημάτισεν. Ὅτι γὰρ οὐκ ἀστὴρ ἦν εἷς τῶν πολλῶν ὁ ἀστὴρ ἐκεῖνος, ἀπὸ τοῦ δρόμου μάνθανε. Οὐ γὰρ ἀπὸ ἀνατολῆς εἰς δύσιν ἔτρεχεν, ἀλλ' ἀπὸ ἄρκτου εἰς νότον· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται· καὶ φαίνεται οὐκ ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ, ὅπερ οὐκ ἔστιν ἀστέρος· διὰ τοῦτο καὶ φαίνεται καὶ κρύπτεται, ὅπερ οὐδὲ αὐτὸ ἀστέρος· καὶ κρύπτεται, ὅτε ἐπέβησαν Ἱεροσολύμων, καὶ φαίνεται ὅτε ἀπηλλάγησαν τοῦ βασιλέως. Ὅθεν δῆλον ὅτι λογική τις ἦν δύναμις πρὸς τὸ ἐπιταχθὲν πάντα οἰκονομοῦσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον, ἀλλ' ὅτι καὶ χειραγωγήσας πρὸς τὴν φάτνην, οὐκ ἄνωθεν αὐτοῖς δείκνυται, ἀλλὰ κάτω κατελθὼν ἔστη, οὗ ἦν τὸ παιδίον, ἐπάνω ὑπὲρ αὐτῆς ὡς εἰπεῖν τῆς κεφαλῆς· εἰ γὰρ ἀστὴρ ἦν, οὐκ ἂν τοιοῦτον ἔδειξε τόπον, στενὸν καὶ περιωρισμένον. Ἴστε γὰρ δήπου σαφῶς, ὅτι διὰ τὴν ὑπερβολὴν τοῦ ὕψους οὐδὲ πόλεως τόπον χαρακτηρίσαι δύναιτ' ἂν ἀστὴρ, οὐδὲ εὔσημός ἐστιν αὐτοῦ ἡ εὐθεῖα ἡ κατὰ κάθετον ἀφιεμένη διὰ τὴν ὑπερβολὴν τῶν ὑψωμάτων. Ἐκεῖνος δὲ καὶ μικρὸν χωρίον καὶ φάτνην ἐδείκνυ, πλησίον τῆς κεφαλῆς γενόμενος, καὶ δείξας εὐθέως ἀπεπήδησεν· ὅπερ οὐκ ἦν ἀστέρος.

ζʹ. Εἰ δὲ οἱ μάγοι λέγουσι, Εἴδομεν αὐτοῦ τὸν ἀστέρα, ἀπὸ τῆς οἰκείας τέχνης

τέως φθεγγόμενοι, ὕστερον μέντοι χειραγωγηθέντες ἀπηλλάγησαν. Ὅτι γὰρ ὁμοῦ τε εἶδον τὸν ἀστέρα καὶ τῆς πλάνης ἀπηλλάγησαν, ἀφ' οὗ προσκυνοῦσι δῆλον· εἰ γὰρ ἕνα τῶν πολλῶν ἐνόμιζον, οὐκ ἂν προσεκύνησαν. Τί γὰρ προσεδόκων παρὰ παιδίου καὶ ξένοι καὶ ἐπήλυδες καὶ βάρβαροι; πόθεν δὲ ᾔδεσαν ὅτι βιώσει καὶ ἀποδώσει τὰς ἀμοιβὰς αὐτοῖς ἐκ τοσούτου διαστήματος οὖσι; πῶς δὲ τὸν παρόντα κίνδυνον οὐ προείλοντο [προείδοντο?]; πῶς δὲ οὐκ ἐνενόησαν ὅτι καὶ προεξαρπασθῆναι εἰκὸς τῆς παρούσης ζωῆς, τοῦ τότε βασιλεύοντος αὐτοὺς ἀναιροῦντος; τί δὲ καὶ βασιλείας σύμβολον εἶδον; ποῖα προπύλαια; ποίους δορυφόρους; ποίους ὑπασπιστάς; ποίαν θεραπείαν; ποίας ἀσπίδας χρυσᾶς; ποῖα ὀχήματα; ποῖον ὄροφον; ποίας αὐλάς; ποίων εὐνούχων ἀγέλην; Οὐδὲν τούτων, ἀλλὰ τἀναντία ἅπαντα, φάτνην καὶ καλύβην καὶ κατάλυμα καὶ μητέρα πτωχὴν καὶ πενίαν ἐπιτεταμένην καὶ σπάργανα. Τίνι τοίνυν προσέφερον τὸν χρυσὸν καὶ τὸν λίβανον καὶ τὴν σμύρναν; οὐκ εὔδηλον ὅτι τῇ πίστε.