1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

ἤδη ἦσαν ἐπτερωμένοι; Καὶ πολλὴ ἡ διαφορὰ τῶν δώρων, [καὶ] κηρύγματος ἐπέχουσα τάξιν. Οὐ γὰρ ἀπόβλητος ὁ λόγος, εἰ καὶ παρὰ πολλῶν εἴρηται, ὅτι δὴ καὶ Θεὸν ὡμολόγουν διὰ τοῦ λιβάνου, καὶ βασιλέα διὰ τοῦ χρυσοῦ, καὶ τὸν πάσχοντα διὰ τῆς σμύρνης τὸν τάφον ἐνδεικνύμενοι· οὕτω γοῦν καὶ ἐτάφη· καὶ ταῦτα δι' ὧν ἐποίουν οὗτοι προανεφώνουν. Οὐ τοίνυν ἀστρονομίας ἰσχὺς ἦν τὸ γινόμενον, ἀλλ' οἰκονομίας Θεοῦ· οὐ γὰρ ὁ 63.509 ἀρετὴν ἐλθὼν διδάξαι ἐποίει ἀστρονομίαν ἐπεισάγεσθαι, ἀλλὰ καὶ σφόδρα αὐτὴν καταλύει ἐν τῷ θέλειν καὶ τῷ μὴ θέλειν πάντα ὁριζόμενος εἶναι καὶ τὰ καλὰ καὶ τὰ μὴ καλά. ∆ιὰ τοῦτο καὶ γέενναν ἠπείλησε, καὶ βασιλείαν ἡτοίμασε· οὐκ ἂν δὲ τοῖς ἀνάγκῃ δεδεμένοις οὔτε στεφάνους ηὐτρέπισεν, οὔτε κόλασιν ἠπείλησε· τῶν γὰρ ἐν τῇ γνώμῃ γινομένων ταῦτα ἑκάτερα· οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις παρῄνεσεν, οὐκ ἂν τοσαῦτα εἰργάσατο, εἰ ἀνάγκῃ τὸ τῶν ἀνθρώπων γένος δεδεμένον ἦν· ἀλλ' ἐπειδὴ ἐλεύθεροι καὶ προαιρέσεώς ἐσμεν κύριοι, ἀπὸ ῥᾳθυμίας γινόμενοι φαῦλοι, ἀπὸ τῆς σπουδῆς χρηστοὶ καὶ ἐπιεικεῖς, τὰ σωτήρια φάρμακα καὶ πρὸς τοῦτο ἄγοντα ἦλθε κατασκευάζων, τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ τοὺς πολλοὺς διορθούμενος, καὶ διὰ τῶν νόμων φιλοσοφεῖν παιδεύων.

Ὅτι γὰρ οὔτε γένεσίς ἐστιν, οὔτε δρόμος ἀστέρων τὰ ἀνθρώπινα διοικῶν, καὶ τῶν Γραφῶν χωρὶς ἀπ' αὐτῶν τῶν πραγμάτων δῆλον. Εἰ γὰρ ὑπὸ γένεσιν τὰ ἀνθρώπινα, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα; τίνος ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήρια ἕλκεις; τίνος ἕνεκεν αἰσχύνῃ τὰ πονηρὰ πράττων; εἰ γὰρ ἀνάγκης ἐστὶ τὸ ἁμάρτημα, τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ' ἄν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ ἀνδροφόνον, ὕβριν τὸ πρᾶγμα καλεῖς; Εἰ γὰρ μὴ τῆς σῆς γνώμης τὰ ἁμαρτήματα, οὐδὲ ἔγκλημα τὸ γιγνόμενον, οὐδὲ ὕβρις τὸ λεγόμενον. Νῦν δὲ καὶ δι' ὧν ἑτέροις δικάζεις, καὶ δι' ὧν τοῖς ἁμαρτάνουσιν οὐ συγγινώσκεις, καὶ δι' ὧν αὐτὸς αἰσχύνῃ πράττων καὶ λανθάνειν σπουδάζεις, καὶ τοὺς ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, [καὶ] διὰ πάντων ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέτερα, ἀλλὰ ἐλευθερίᾳ τετίμηται· τοῖς γοῦν ἀνάγκῃ κατεχομένοις καὶ συγγινώσκειν ἐπιστάμεθα. Ἂν γοῦν ὑπὸ δαίμονός τις κατεχόμενος ἡμᾶς πλήξῃ, καὶ τὸν χιτῶνα διαῤῥήξῃ, ἢ πληγὰς προστρίψηται, οὐ μόνον αὐτὸν οὐ κολάζομεν, οὐδὲ εἰς δικαστήρια ἕλκομεν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. Τί δήποτε; Ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος ἀνάγκη ταῦτα εἰργάσατο. Ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν πεπρωμένην ἦν, συνέγνωμεν ἄν· ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπάγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν ὅπως καὶ τὸν οἰκέτην ἀπαλλάξωμεν κακίας καὶ τὸν υἱὸν 63.510 πονηρίας. Ὅθεν αὐτοῖς καὶ παιδαγωγοὺς καθιστῶμεν, καὶ εἰς διδασκάλους πέμποντες ἀπειλοῦμεν, καὶ πληγὰς ἐντείνομεν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; εἰ γὰρ εἵμαρτο αὐτῷ γενέσθαι φαῦλον, τίς χρεία τῶν βοηθημάτων; Οὐκοῦν εὔδηλον ὅτι οὐκ ἀνάγκῃ δέδεται, ἀλλ' ἐν τῇ προαιρέσει τὸ πᾶν κεῖται. ∆ιὸ καὶ βοηθήματα προσάγομεν, καὶ τῆς ῥᾳθυμίας ἀπάγομεν, καὶ πρὸς ἀρετὴν χειραγωγοῦμεν. Τίνος δὲ ἕνεκεν τὴν θάλατταν πλέομεν, τὴν γῆν γεωργοῦμεν, καὶ πόλεις οἰκοδομοῦμεν, πολλήν τε σπουδὴν ποιοῦμεν νοσοῦντες, καὶ χρήματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα κατασκευάζομεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν κολάζομεν; Εἰ γὰρ, ὡς σὺ φῂς, εἵμαρται ζῆσαι καὶ ἀποθανεῖν, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιτταὶ τῶν ἰατρῶν αἱ εἴσοδοι, περιττὴ τῆς τῶν νοσούντων φιλοσοφίας ἡ ἀκρίβεια. Νῦν δὲ