1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

ἐξ ὧν ἅπαντες ποιοῦσι, δηλοῦσιν ὅτι οὐδὲν τούτων περιττόν· ἀλλ' οἴχεται μὲν τὰ τῆς εἱμαρμένης, καὶ οὐδεμιᾷ ἀνάγκῃ τὰ ἡμέτερα ἄγεται, πάντα δὲ ἐλευθερίᾳ προαιρέσεως τετίμηται. Τίς δὲ χρεία πόνων καὶ ἱδρώτων τῶν ὑπὲρ ἀρετῆς; εἰ γὰρ εἵμαρται γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός· μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστι καλεῖν, τὸν ὑπ' ἀνάγκης τοῦτο γινόμενον. Τίς χρεία πόνων καὶ ἱδρώτων τοσούτων; εἰ γὰρ εἵμαρτο γενέσθαι κακὸν, κἂν μυρία τις ταλαιπωρηθῇ, ἔσται κακός· μᾶλλον δὲ οὐδὲ τὸν τοιοῦτον ἔσται κακὸν καλεῖν, τὸν ὑπὸ ἀνάγκης ὠθούμενον. Ὥσπερ γὰρ ὁ δαιμονῶν, κἂν λοιδορήσηται (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι), οὐ προσεροῦμεν αὐτὸν ὑβριστὴν, οὐδὲ λογιζόμεθα ὕβριν τὴν λοιδορίαν, ἀλλὰ τῆς ἀνάγκης εἶναι τοῦ δαίμονος· οὕτω καὶ τὸν κακὸν, εἰ ὑπὸ εἱμαρμένης καὶ ἀνάγκης ὠθεῖται, μὴ καλῶμεν αὐτὸν κακὸν, ὥσπερ οὐδὲ τὸν καλὸν, καλόν. Ἂν γὰρ τοῦτο ποιῶμεν, πάντα ἔσται σύγχυσις καὶ ταραχὴ καὶ πραγμάτων διαστροφὴ, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία· οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Ὁρᾷς ποῦ τείνει τοῦ διαβόλου τὸ δέλεαρ, καὶ τί τὴν οἰκουμένην ἐργάσασθαι ἐβουλήθη, καὶ πρὸς ποῖον ἀπαντᾷ τέλος;

Ταῦτ' οὖν εἰδότες ἅπαντα καὶ τὰ τούτων πλείονα (ἐνῆν γὰρ καὶ τούτων πλείονα εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις καὶ ταῦτα ἀρκεῖ), φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα προηγουμένως μὲν καὶ τὸν Θεὸν ἵλεων ἔχωμεν, ἔπειτα δὲ καὶ γεέννης ἀπαλλαγῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.