1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

4

τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ, φησί. Πάλιν ἐκέλευσε τοὺς ἐχθροὺς ἀγαπᾷν. Ἐδίδαξε τοῦτο ἐπὶ τοῦ σταυροῦ εὐχόμενος ὑπὲρ τῶν σταυρούντων. Ἔλεγε, Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Ὁ δὲ οὐχὶ τὰ ἱμάτια μόνον, ἀλλὰ καὶ τὸ αἷμα ἔδωκεν. Οὕτω καὶ τοῖς μαθηταῖς ἐκέλευσε ποιεῖν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Καθὼς ἔχετε τύπον ἡμᾶς. Οὐδὲν γὰρ διδασκάλου ψυχρότερον, ἐν λόγοις φιλοσοφοῦντος μόνον. Τοῦτο γὰρ οὐ διδασκάλου, ἀλλ' ὑποκριτοῦ. ∆ιὰ τοῦτο οἱ ἀπόστολοι πρότερον ἀπὸ τοῦ βίου ἐδίδασκον, καὶ τότε ἀπὸ τῶν ῥημάτων· μᾶλλον δὲ οὐδὲ ἔδει ῥημάτων αὐτοῖς, τῶν ἔργων βοώντων. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἔργον ἐκεῖνο, τὸν θάνατον καταλύσας, καὶ τὰ ἄλλα πάντα ἐργασάμενος. Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη. ∆ιὰ Πνεύματος ἐντειλάμενος, τουτέστι, Πνευματικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήματα, οὐδὲν ἀνθρώπινον. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Ὁρᾷς, πῶς ταπεινῶς ἔτι διαλέγεται περὶ αὐτοῦ, ὡς καὶ αὐτὸς περὶ ἑαυτοῦ, λέγων· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, Καὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ. Τί δαὶ ἐνετείλατο; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. Μέγα τῶν ἀποστόλων τὸ ἐγκώμιον, ὅταν τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ὅταν ῥήματα τοῦ Πνεύματος γέμοντα· ὃ δή που καὶ αἰνιττόμενος εἶπεν τὸ, ∆ιὰ Πνεύματος ἁγίου· τουτέστι, Καὶ τὰ ῥήματα, ἃ ἐλάλησα ὑμῖν, Πνεῦμά ἐστι. Τοῦτο δέ φησι, τὸν ἀκροατὴν εἰς ἐπιθυμίαν λοιπὸν ἄγων τοῦ μαθεῖν τὰς ἐντολὰς, καὶ ἀξιοπίστους τοὺς ἀποστόλους ποιῶν, εἴ γε τὰ τοῦ Πνεύματος μέλλουσι λέγειν, καὶ τὰς τοῦ Χριστοῦ ἐντολάς. Ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη. Οὐκ εἶπεν, Ἀνέβη, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται. Ἄρα καὶ μετὰ τὴν ἀνάστασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τὸν χρόνον τοῦτον οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας ἅπαντα. Ἀλλ' ἐγχρονίζει μὲν αὐτῷ ὁ Ἰωάννης τῶν ἄλλων μᾶλλον, καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε (πρὸς γὰρ ἕτερον ἠπείγοντο)· ἐμάθομεν δὲ ταῦτα διὰ τῶν ἀποστόλων· ἃ γὰρ ἤκουσαν καὶ εἶπον· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀνελήφθη, ἵνα μὴ νομίσῃς ὑφ' ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι. δʹ. Εἶδες, πῶς λανθανόντως παρασπείρει τὰ μεγάλα ταυτὶ δόγματα; ∆ι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ἀεὶ μετ' αὐτῶν ἦν, οὕτω καὶ τότε. Ὅρα γάρ. Οὐκ εἶπε, Τεσσαράκοντα ἡμέρας, ἀλλὰ, ∆ι' ἡμερῶν τεσσαράκοντα. Ἐφίστατε γὰρ, καὶ ἀφίπτατο πάλιν. Τί δήποτε; Ἀνάγων αὐτῶν τὰς διανοίας, καὶ οὐκ ἔτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσ 60.19 περ καὶ ἔμπροσθεν. Οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίει, ἀλλ' ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων, καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μείζονα αὐτὸν νομισθῆναι λοιπὸν ἢ κατὰ ἄνθρωπον. Καίτοιγε ταῦτα ἐναντία ἦν. Ὑπὲρ μὲν γὰρ τοῦ πιστευθῆναι τὴν ἀνάστασιν πολλὰ ἀνθρώπινα ἔδει γενέσθαι· ὑπὲρ δὲ θατέρου, τοὐναντίον. Ἀλλ' ὅμως ἀμφότερα γέγονε μετὰ τοῦ προσήκοντος καιροῦ. Τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν, ἀλλὰ τοῖς ἀποστόλοις ἐφάνη; Ὅτι φάντασμα ἂν ἔδοξεν εἶναι τοῖς πολλοῖς, οὐκ εἰδόσι τὸ ἀπόῤῥητον τοῦ μυστηρίου. Εἰ γὰρ καὶ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο, καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς, καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς παθεῖν ἦν; ∆ιά τοι τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν, ὥστε μὴ τοῖς τότε μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Ὅπερ γὰρ ἐκείνοις ἐκ τῆς ὄψεως τῶν σημείων, τοῦτο ἐκ τῆς πίστεως πᾶσιν ὕστερον ἔμελλεν