1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

35

ἐπὶ τὸ σημεῖον ἔρχεται τὸ τοῦ Θεοῦ. Ὅταν δὲ ἀποδειχθῇ, ὅτι δίκαιος ὁ ἀναιρεθεὶς, καὶ ὅτι Θεῷ φίλος, κἂν σιωπήσῃς τὴν κόλασιν, μᾶλλόν σου καταγνώσεται ἑαυτοῦ ὁ ἡμαρτηκώς. Πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόμενα. Εἶτα τὸ, Οὐ δυνατὸν, ἀπὸ τῆς προφητείας ἐπάγει· ἴδωμεν τοίνυν ἄνωθεν πάλιν τὰ εἰρημένα. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς· τουτέστιν, οὐκ ἀμφισβητούμενον, ἀλλ' ἀποδεδειγμένον διὰ τῶν ἔργων. Οὕτω καὶ ὁ Νικόδημος ἔλεγε· Τὰ σημεῖα ταῦτα οὐδεὶς δύναται ποιεῖν, ἃ σὺ ποιεῖς. ∆υνάμεσι, φησὶ, καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν. ὥστε οὐ λάθρα, εἰ ἐν μέσῳ. Πρῶτον ἀπὸ τῶν ἐκείνοις γνωρίμων ἄρχεται, καὶ τότε ἐπὶ τὰ ἄδηλα ἔρχεται. Ἔπειτα λέγων, Τῇ τοῦ Θεοῦ βουλῇ, δείκνυσιν, ὅτι οὐκ αὐτοὶ ἴσχυσαν, καὶ ὅτι σοφόν τι τὸ γινόμενον ἦν καὶ οἰκονομία, εἴ γε παρὰ τοῦ Θεοῦ ἦν. Καὶ τὸ φορτικὸν ταχέως παρῆλθε. Σπουδὴ γὰρ αὐτοῖς πανταχοῦ, δεῖξαι, ὅτι τέθνηκε. Κἂν ὑμεῖς ἀρνήσησθε, φησὶν, ἐκεῖνοι μαρτυρήσουσιν. Ὁ δὲ τῷ θανάτῳ πράγματα παρέχων, πολλῷ μᾶλλον τοῖς σταυρώσασιν· ἀλλ' οὐδὲν τοιοῦτον λέγει, ὅτι Ἠδύνατο ὑμᾶς ἀνελεῖν, ἀλλ' ἁπλῶς μόνον ἐνέφηνε. Τέως δὲ μανθάνομεν καὶ ἡμεῖς διὰ τῶν εἰρημένων τί ἐστι τὸ κατέχειν. Ὁ γὰρ ὠδίνων οὐ κατέχει τὸ κατεχόμενον, οὐδὲ δρᾷ, ἀλλὰ πάσχει καὶ ῥῖψαι σπεύδει. Καὶ καλῶς εἶπε· ∆αυῒδ γὰρ λέγει εἰς αὐτὸν, ἵνα μὴ εἰς τὸν προφήτην ἑλκύσῃς τὸ εἰρημένον. Ὁρᾷς, πῶς ἑρμηνεύει λοιπὸν τὴν προφητείαν καὶ γυμνὴν τίθησι, δηλῶν πῶς ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ; ἡ γὰρ κατὰ Πνεῦμα βασιλεία ἐν οὐρανοῖς. Ὅρα, πῶς μετὰ τῆς ἀναστάσεως καὶ τὴν βασιλείαν ἐνέφηνεν ἐν τῷ ἀναστῆναι. ∆είκνυσιν, ὅτι ἀνάγκην εἶχεν ὁ προφήτης· περὶ γὰρ αὐτοῦ ἦν ἡ προφητεία. ∆ιὰ τί μὴ εἶπε, Περὶ τῆς βασιλείας αὐτοῦ· ἀλλὰ, Περὶ τῆς ἀναστάσεως αὐτοῦ; Μέγα τοῦτο ἦν. Πῶς δὲ ἐπὶ τοῦ θρόνου ἐκάθισε; Βασιλεύων Ἰουδαίων. Εἰ δὲ Ἰουδαίων, πολλῷ μᾶλλον τῶν σταυρωσάντων αὐτόν. Οὐ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε, φησὶ, διαφθοράν. Τοῦτο τῆς ἀναστάσεως δοκεῖ μὲν ἧττον εἶναι, πλὴν τὸ αὐτό ἐστι. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός. Ὅρα, πῶς οὐ καλεῖ αὐτὸν ἑτέρως. Οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς. Πάλιν ἐπὶ τὸν Πατέρα καταφεύγει, καίτοι γε ἤρκει εἰπεῖν τὸ πρότερον· ἀλλ' οἶδεν ὅσον τοῦτό ἐστιν. Ἐνταῦθα καὶ περὶ τῆς ἀναλήψεως ᾐνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν, ἀλλ' 60.59 οὐδὲ αὐτὸ φανερῶς λέγει. Τήν τε ἐπαγγελίαν, φησὶ, τοῦ Πνεύματος τοῦ ἁγίου λαβών. Ὅρα, πῶς ἀρχόμενος μὲν οὐχ ἑαυτὸν ἔφη αὐτὸ καταπεπομφέναι, ἀλλὰ τὸν Πατέρα· ἐπειδὴ δὲ ἐμνήσθη τῶν σημείων αὐτοῦ καὶ τῶν εἰς αὐτὸν γεγενημένων παρὰ Ἰουδαίων, καὶ περὶ τῆς ἀναστάσεως διελέχθη, θαῤῥῶν λοιπὸν καὶ τὸν περὶ τούτων εἰσάγει λόγον, πάλιν αὐτοὺς μάρτυρας δι' ἑκατέρων τῶν αἰσθήσεων παράγων· καὶ τῆς μὲν ἀναστάσεως συνεχῶς μέμνηται, τοῦ δὲ τολμήματος αὐτῶν ἅπαξ, ἵνα μὴ αὐτοὺς βαρήσῃ. Τήν τε ἐπαγγελίαν, φησὶ, τοῦ Πνεύματος τοῦ ἁγίου λαβών. Τοῦτο πάλιν μέγα. Οἶμαι δὲ νῦν ἐπαγγελίαν αὐτὸν λέγειν τὴν πρὸ τοῦ παθεῖν. Ὅρα, πῶς αὐτοῦ ποιεῖ αὐτὸ λοιπὸν ὅλον, μέγα λανθανόντως αὐτὸ ἐργαζόμενος. Εἰ γὰρ αὐτὸς ἐξέχεε, περὶ αὐτοῦ ὁ προφήτης εἴρηκεν ἀνωτέρω· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Ὅρα οἷα κεκρυμμένος ἐντίθησιν. Ἀλλ' ἐπειδὴ μέγα ἦν, πάλιν αὐτὸ συσκιάζει τῷ παρὰ τοῦ Πατρὸς λαβεῖν. Εἶπε τὰ γεγενημένα ἀγαθὰ, τὰ σημεῖα· εἶπεν, ὅτι βασιλεύς ἐστιν· ὅτι εἰς αὐτοὺς ἧκεν· εἶπεν, ὅτι αὐτὸς τὸ Πνεῦμα δίδωσιν. Ὅσα γὰρ ἂν εἴπῃ τις, εἰ μὴ εἰς τὸ συμφέρον τελευτήσει, εἰκῆ λέγει. Ὥσπερ καὶ Ἰωάννης ποιεῖ, Οὗτος ὑμᾶς, λέγων, βαπτίσει ἐν Πνεύματι ἁγίῳ. Καὶ δείκνυσιν, ὅτι ὁ σταυρὸς οὐ μόνον αὐτὸν οὐκ ἠλάττωσεν, ἀλλὰ καὶ λαμπρότερον εἰργάσατο, εἴ γε πάλαι μὲν ἐπηγγέλλετο ὁ Θεὸς αὐτῷ, τότε δὲ ἔδωκεν. Ἢ ἐπαγγελίαν, φησὶν, ἣν ἡμῖν ἐπηγγείλατο. Οὕτω προῄδει ἐσομένην, καὶ μείζονα ἡμῖν μετὰ τὸν σταυρὸν ἐχαρίσατο. Καὶ, Ἐξέχεε, φησίν. Ἐνταῦθα τὸ ἀξίωμα ἐμφαίνει·