50
ἀπολογίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται. Ἐπλήρωσε, φησὶν, οὕτως. Ὁρᾷς, πῶς τὸ πᾶν ἐκεῖ ἀνάγει; Μετανοήσατε οὖν, 60.77 φησὶ, καὶ ἐπιστρέψατε. Καὶ οὐ λέγει, Ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν, ἀλλ', Εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, τὸ αὐτὸ δηλῶν. Εἶτα τὸ κέρδος ἐπάγει· Ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου. ∆είκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐτοὺς, καὶ πολλοῖς κατεργασθέντας κακοῖς. ∆ιὸ καὶ οὕτως εἶπεν, εἰδὼς ὅτι πρὸς τὸν πάσχοντα καὶ παραμυθίαν ζητοῦντα οὗτος ἂν ἁρμόσειεν ὁ λόγος. βʹ. Καὶ ὅρα, πῶς ὁδῷ προβαίνει. Ἐν μὲν τῇ πρώτῃ δημηγορίᾳ ἠρέμα τὴν ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ᾐνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐμφανῆ παρουσίαν. Καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον Ἰησοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι· ἀντὶ τοῦ, ἀνάγκη ἐστίν· ἄχρι χρόνων ἀποκαταστάσεως πάντων. ∆ιατί νῦν οὐκ ἔρχεται, ἡ αἰτία δήλη. Ὧν ἐλάλησε, φησὶν, ὁ Θεὸς διὰ στόματος τῶν ἁγίων αὐτοῦ προφητῶν τῶν ἀπ' αἰῶνος. Μωσῆς μὲν εἶπεν πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἐκεῖ μὲν τοῦ ∆αυῒδ ἐμνημόνευσεν, ἐνταῦθα δὲ Μωσέως. Πάντων, φησὶν, ὧν ἐλάλησεν ὁ Θεός. Οὐ λέγει, Ὧν εἶπεν ὁ Χριστὸς, ἀλλ', Ὧν ἐλάλησεν ὁ Θεὸς, ἔτι τῷ συσκιάζειν μᾶλλον αὐτοὺς ἐπαγόμενος εἰς πίστιν ἠρέμα. Εἶτα ἐπὶ τὸ ἀξιόπιστον καταφεύγει, λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Εἶτα καὶ ἡ τιμωρία πολλή. Ἔσται δὲ, φησὶ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον ἔθηκεν. Ὅταν γάρ τι λέγῃ μέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει. Καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν, ὥσπερ ἐκεῖ εἶπεν· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο, καὶ ὑποταγὴ καὶ παρακοὴ, καὶ ἡ τιμωρία. Ὡς ἐμὲ, φησί. Τί τοίνυν πτοεῖσθε; Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν. Ὥστε ὑμῖν ἔλεγον, καὶ δι' ὑμᾶς πάντα γέγονεν. Ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι (καὶ γὰρ οὐκ ἔχει λόγον τὸν αὐτὸν, νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν), δείκνυσιν, ὅτι καὶ ἐκεῖνο κατὰ προφητείαν, καὶ τοῦτο. Ὑμεῖς ἐστε, φησὶν, υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον, φησὶν, ὁ Θεὸς ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν. Ἄρα καὶ ἑτέροις· ἀλλ' ὑμῖν πρῶτον τοῖς σταυρώσασιν. Εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν. Ἴδωμεν δὲ ἀκριβέστερον ἄνωθεν τὰ ἀναγνωσθέντα. Τέως κατασκευάζει, ὅτι αὐτοὶ ἐποίησαν τὸ θαῦμα ἐν τῷ εἰπεῖν· Τί θαυμάζετε; Καὶ οὐκ ἀφίησιν ἀπιστεῖσθαι τὸ λεγόμενον. Καὶ ἵνα ἀξιοπιστότερον αὐτὸ ποιήσῃ, προκαταλαμβάνει αὐτῶν τὴν κρίσιν· Ἡμῖν, φησὶ, τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν; Εἰ τοῦτο ὑμᾶς ταράττει καὶ θορυβεῖ, μάθετε, τίς ὁ ποιήσας, καὶ μὴ ἐκπλήττεσθε. Καὶ ὅρα πανταχοῦ, ὅτι ἐπὶ τὸν Θεὸν ὅταν καταφεύγῃ, καὶ εἴπῃ παρ' αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει. 60.78 ∆ιὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, Ἄνδρα ἀποδεδειγμένον ἀπὸ Θεοῦ εἰς ὑμᾶς. Καὶ πανταχοῦ ἀναμιμνήσκει αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ τὸ θαῦμα δειχθῇ, καὶ ἡ ἀνάστασις κυρωθῇ. Ἐνταῦθα δὲ καὶ ἄλλο προσέθηκεν· οὐκ ἔτι γὰρ Ναζωραῖον λέγει, ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Ὅρα καὶ τὸ ἄτυφον. Οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπεν εὐθέως· Καὶ νῦν πιστεύετε· ἰδοὺ ἄνθρωπος τεσσαράκοντα ἔτη χωλὸς ὢν, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἀνέστη. Οὐχ οὕτως εἶπεν· φιλονεικοτέρους γὰρ ἂν ἐποίησεν· ἀλλὰ τέως αὐτοὺς ἐπαινεῖ, ὅτι ἐθαύμαζον τὸ γεγενημένον. Καὶ πάλιν ἀπὸ τοῦ προγόνου καλεῖ. Καὶ οὐ λέγει, Ὁ Ἰησοῦς αὐτὸν ἐθεράπευσε· καίτοι γεαὐτὸς αὐτὸν ἐθεράπευσεν· ἀλλ',