1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

53

Ταπεινὸν γὰρ καὶ ὑψηλὸν, εἰ ὁ μέλλων εἰς οὐρανοὺς ἀνιέναι κατὰ Μωσέα ἐστί· πλὴν ἀλλὰ τέως μέγα ἦν. Οὐ γὰρ δὴ κατὰ Μωσέα τὸ, Καὶ ἔσται πᾶς ὁ μὴ ἀκούων ἐξολοθρευθήσεται. Μυρία δὲ καὶ ἄλλα εἶπε τὰ δεικνύντα, ὅτι οὐκ ἔστι κατὰ Μωσέα, ὥστε μεγάλης ἥψατο μαρτυρίας. Ὁ Θεὸς αὐτὸν ἀναστήσει, φησὶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν. Ὥστε Μωσῆς αὐτὸς ἠπείλησε τοῖς μὴ ἀκούουσι. Ταῦτα ὅλα ἐπαγωγά. Καὶ πάντες δὲ, φησὶν, οἱ προφῆται ἀπὸ Σαμουήλ. Οὐκ ἠθέλησε καθ' ἕκαστον ἐπεξιέναι, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον· ἀλλὰ καιρίας μνησθεὶς μαρτυρίας τῆς Μωσαϊκῆς, παρέπεμψεν αὐτούς. Ὑμεῖς ἐστε, φησὶν, υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεός. Τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι, κληρονόμοι. Ἵνα γὰρ μὴ δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαμβάνειν, δείκνυσιν, ὅτι ἄνωθεν αὐτοῖς ὠφείλετο, ἵνα μᾶλλον πιστεύσωσιν, ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ. Ὑμῖν πρῶτον ἀναστήσας, φησὶν, ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν. 60.81 Οὐκ εἶπεν, Ὑμῖν, ἁπλῶς, ἀπέστειλε τὸν Παῖδα αὐτοῦ, ἀλλὰ καὶ, μετὰ τὴν ἀνάστασιν, καὶ ὅτε ἐσταυρώθη. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι αὐτὸς μὲν ταῦτα ἐχαρίζετο, ὁ δὲ Πατὴρ οὐχὶ, διὰ τοῦτο προσέθηκε τὸ, Εὐλογοῦντα ὑμᾶς. Εἰ γὰρ ἀδελφὸς ὑμῶν αὐτὸς καὶ εὐλογεῖ ὑμᾶς, ὑπόσχεσις τὸ πρᾶγμά ἐστι· τουτέστι, Τοσοῦτον ἀπέχετε τοῦ μὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς βούλεται γενέσθαι. Οὐκοῦν μὴ ὡς ἀπεῤῥιμμένοι διάκεισθε ἢ ἀποβεβλημένοι. Ἐν τῷ ἀποστρέφειν, φησὶν, ἕκαστον ἀπὸ τῶν πονηριῶν. Οὕτως ὑμᾶς εὐλογεῖ, καὶ οὐχ ἁπλῶς. Καὶ ποία αὕτη εὐλογία; Μεγάλη. Οὐ γὰρ δὴ τὸ ἀποστρέψαι ἀπὸ πονηριῶν, τοῦτο ἱκανὸν καὶ λῦσαι αὐτάς. Εἰ δὲ καὶ λῦσαι οὐχ ἱκανὸν ἦν, πῶς εὐλογίαν παρασχεῖν; Οὐ γὰρ δὴ ὁ ἠδικηκὼς, ἤδη καὶ εὐλογεῖται, ἀλλ' ἁμαρτημάτων ἀφίεται. Τὸ δὲ, Ὡς ἐμὲ, εἰ μὴ κατὰ τὸν τῆς νομοθεσίας τις τρόπον ἐκδέξαιτο, οὐδαμοῦ λόγον ἂν ἀλλαχοῦ ἕξοι. Αὐτοῦ ἀκούσεσθε, φησί· καὶ οὐχ ἁπλῶς, ἀλλ', Ἔσται πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Ὅτε αὐτοὺς ἔδειξεν ἡμαρτηκότας, καὶ συγγνώμης μετέδωκε, καὶ ἐπηγγείλατο χρηστά· τότε δὴ δείκνυσιν, ὅτι καὶ Μωσῆς τὸ αὐτὸ λέγει. Καὶ ποία αὕτη ἀκολουθία εἰπεῖν, Ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ ἐπαγαγεῖν Μωσέα λέγοντα, ὅτι πάντα ἀκούσουσιν, ἃ ἐρεῖ ὁ Χριστός· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀπειλῆς φοβερᾶς; Μεγάλη· δείκνυσι γὰρ, ὅτι καὶ διὰ τοῦτο πείθεσθαι ὀφείλουσιν αὐτῷ. Τί ἐστιν, Υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης; Κληρονόμοι, διάδοχοι. Εἰ οὖν υἱοὶ, τί ὡς περὶ ἀλλότρια διάκεισθε πρὸς τὰ ὑμέτερα; Ἄρα κατηγορίας μὲν ἐπράξατε ἄξια· δυνήσεσθε δὲ ὅμως συγγνώμης τυχεῖν. Εἶτα ἐπειδὴ εἶπε ταῦτα, εἰκότως λοιπὸν λέγει· Ὑμῖν ἀπέστειλεν ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ εὐλογοῦντα ὑμᾶς. Οὐκ εἶπε, Σώζοντα, ἀλλ' ὃ μεῖζόν ἐστιν, Εὐλογοῦντα· δεικνὺς, ὅτι ὁ σταυρωθεὶς εὐλογεῖ τοὺς σταυρώσαντας. Μιμησώμεθα τοίνυν τοῦτον καὶ ἡμεῖς. Ἐκβάλωμεν ψυχὴν φονικὴν καὶ πολεμίαν. Οὐκ ἀρκεῖ τὸ μὴ ἀμύνασθαι (τοῦτο καὶ ἐν τῇ Παλαιᾷ γέγονεν), ἀλλὰ πάντα πράττωμεν ὑπὲρ τῶν ἠδικηκότων, ὡς ὑπὲρ φίλων γνησίων, ὡς ὑπὲρ ἡμῶν αὐτῶν. Ἐκείνου μιμηταί ἐσμεν, ἐκείνου μαθηταὶ τοῦ μετὰ τὸ σταυρωθῆναι πάντα κινοῦντος ὑπὲρ τῶν σταυρωσάντων, καὶ τοὺς ἀποστόλους ἐκπέμποντος. Καίτοι γε ἡμεῖς πολλαχοῦ καὶ δικαίως πάσχομεν· ἐκεῖνος δὲ οὐ μόνον ἀδίκως, ἀλλὰ καὶ ἀσεβῶς· τὸν εὐεργέτην γὰρ, τὸν οὐδὲν ἠδικηκότα, τοῦτον ἐσταύρωσαν. ∆ιὰ τί; εἰπέ μοι, δόξης ἕνεκεν; Καὶ μὴν αὐτὸς αὐτοὺς ἐσέμνυνε. Πῶς; Ἐπὶ τῆς Μωσέως καθέδρας, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ἃ λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ πάλιν ἀλλαχοῦ· Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ. Καὶ δυνάμενος αὐτοὺς ἀπολέσαι, σώζει. Τοῦτον οὖν μιμησώμεθα, καὶ μηδεὶς ἐχθρός τινος ἔστω, μηδεὶς πολέμιος, ἀλλ' ἢ τοῦ διαβόλου μόνον. εʹ. Οὐ μικρόν τι πρὸς τοῦτο καὶ τὸ μὴ ὀμνύναι συντελεῖ, καὶ τὸ μὴ ὀργίζεσθαι. Ἀπὸ τοῦ μὴ ὀργίζεσθαι οὐδὲ ἐχθρὸν ἕξομεν. Ἔκκοψον ἀνθρώπου τὸν ὅρκον, καὶ τὰ πτερὰ περιέκοψας τῆς ὀργῆς, τὸν θυμὸν