55
πλησίον ἀδικεῖν, ἕλοιτο ἂν καὶ ὅρκον καταπατῆσαι πολλάκις· εἰ δὲ περὶ τοῦ ὀμόσαι εὐλαβηθείη, περὶ τὸ ἀδικῆσαι πολλῷ μᾶλλον. Ἀλλ' ἄκων αὐτὸ πάσχει; Οὐκοῦν συγγνώμης ἄξιος. Ἀλλὰ τί λέγω περὶ τῶν ὅρκων τούτων, ἀφεὶς τοὺς ἐπ' ἀγορᾶς; Ἐκεῖ γὰρ οὐδὲν τοιοῦτον ἔχεις εἰπεῖν· ὑπὲρ γὰρ δέκα ὀβολῶν ὅρκοι γίνονται καὶ ἐπιορκίαι. Ὅτι γὰρ σκηπτὸς ἄνωθεν οὐ κατέρχεται, ὅτι γὰρ οὐ πάντα ἀνατρέπεται, ἕστηκας κατέχων τὸν Θεόν. Τί δήποτε; Ἵνα λάχανα λάβῃς, ἵνα ὑποδήματα, ὑπὲρ ὀλίγου ἀργυρίου εἰς μαρτυρίαν αὐτὸν καλῶν. Μὴ δὴ, ἐπειδὴ μὴ κολαζόμεθα, νομίσωμεν μηδὲ ἁμαρτάνειν· τοῦτο τῆς φιλανθρωπίας ἐστὶ τοῦ Θεοῦ, οὐ τῆς ἡμετέρας ἀρετῆς. Ὄμοσον κατὰ τοῦ παιδὸς τοῦ σοῦ, ὄμοσον κατὰ σαυτοῦ· εἰπὲ, Οὕτω μὴ δήμιος ἐπισταίη ταῖς πλευραῖς ταῖς ἐμαῖς. Ἀλλὰ δέδοικας. Τῶν πλευρῶν σου οὖν ἀτιμότερος ὁ Θεός; τῆς κεφαλῆς σου εὐτελέστερος; Εἰπὲ, Οὕτω μὴ πηρωθῶ. Ἀλλ' ὁ μὲν Χριστὸς οὕτως ἡμῶν φείδεται, ὡς κωλύειν καὶ κατὰ τῆς οἰκείας ὀμνύειν κεφαλῆς· ἡμεῖς δὲ οὕτως ἀφειδοῦμεν τῆς δόξης τῆς τοῦ Θεοῦ, ὡς πανταχοῦ αὐτὸν ἕλκειν. Οὐκ ἴστε τί ἐστι Θεὸς, καὶ ποίοις στόμασι καλεῖσθαι ὀφείλει. Ἀλλ' ἂν μὲν περί τινος λέγωμεν ἀνδρὸς ἐναρέτου, φαμὲν, Ἀπόπλυνον τὸ στόμα σου, καὶ οὕτω μνήσθητι· νυνὶ δὲ τὸ τίμιον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ θαυμαστὸν ἐν πάσῃ τῇ γῇ, ὃ δαίμονες ἀκούοντες φρίττουσιν, ἁπλῶς περισύρομεν. ʹ. Ὢ τῆς συνηθείας! ἀπὸ γὰρ ταύτης γέγονεν εὐκαταφρόνητον. Ἀμέλει γοῦν εἰς οἶκον ἅγιον ἂν ἐπιθῇς τινι ἀνάγκην ὀμόσαι, ὡς φρικτὸν τὸν ὅρκον ἐργασάμενος, οὕτω διάκεισαι· καίτοι πόθεν οὕτω φρικτὸν εἶναι δοκεῖ, ἀλλ' ἢ ὅτι ἐκείνῳ μὲν ἁπλῶς ἀποκεχρήμεθα, τούτῳ δὲ οὐχί; οὐ γὰρ φρίκην ἔδει γενέσθαι ὀνομαζομένου τοῦ Θεοῦ; Ἀλλ' ἐπὶ μὲν Ἰουδαίων οὕτως αὐτοῦ τὸ ὄνομα σεμνὸν ἦν, ὡς ἐν πετάλοις γράφεσθαι, καὶ μηδενὶ τὰ γράμματα ἐξεῖναι φορεῖν, ἀλλ' ἢ μόνῳ τῷ ἀρχιερεῖ· νυνὶ δὲ ὡς τὸ τυχὸν οὕτω περιφέρομεν αὐτοῦ τὸ ὄνομα. Εἰ ἁπλῶς ὀνομάζειν τὸν Θεὸν οὐ πᾶσιν εὐαγές· τὸ καὶ ἐπὶ μαρτυρίαν αὐτὸν καλεῖν, πόσης τόλμης, εἰπέ μοι, πόσης μανίας; Εἰ γὰρ πάντα ῥῖψαι ἐχρῆν, οὐκ ἔδει προθύμως ἐᾷν; Ἰδοὺ λέγω καὶ διαμαρτύρομαι, Κατορθώσατε τούτους τοὺς ἐπὶ τῆς ἀγορᾶς ὅρκους, τοὺς δὲ μὴ πειθομένους, πάντας ἐμοὶ ἀγάγετε. Ἰδοὺ παρόντων ὑμῶν ἐπισκήπτω τοῖς πρὸς ὑπηρεσίαν ἀφωρισμένοις τῶν οἴκων τῶν εὐκτηρίων, καὶ παραινῶ καὶ παρεγγυῶ, μηδενὶ ὀμνύναι ἁπλῶς ἐξεῖναι· μᾶλλον δὲ μηδὲ ἑτέρως. Πρὸς ἐμὲ οὖν ἀγέσθω ὅστις ἂν ᾖ, ἐπειδὴ καὶ ταῦτα μέχρις ἡμῶν ἔρχεσθαι δεῖ, καθάπερ ἐπὶ παίδων μικρῶν. Μὴ γένοιτο. Αἰσχύνη γάρ ἐστιν ὑπέρ τινων ἔτι δέεσθαι 60.84 μανθάνειν. Μὴ τραπέζης ἱερᾶς ἅψασθαι τολμᾷς ἀμύητος ὤν; Ἀλλὰ τὸ ἔτι χεῖρον, σὺ ὁ μεμυημένος τῆς ἱερᾶς ἅψασθαι τραπέζης τολμᾷς, ἧς οὐδὲ πᾶσιν ἱερεῦσιν ἅψασθαι θέμις, καὶ οὕτως ὀμνύναι. Καὶ σὺ μὲν τῆς τοῦ παιδὸς κεφαλῆς οὐκ ἂν ἅψαιο ἀπελθὼν, τραπέζης δὲ ἅπτῃ, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; Πρὸς ἐμὲ τοὺς τοιούτους ἄγε· ἐγὼ δικάσω, καὶ χαίροντας ἑκατέρους ἀποπέμψω. Ὃ βούλεσθε, ποιεῖτε· νόμον τίθημι μηδὲ ὅλως ὀμνύναι. Ποία σωτηρίας ἐλπὶς, οὕτως ἡμῶν πάντα κενούντων; διὰ τοῦτο γραμματεῖα, διὰ τοῦτο συμβόλαια, ἵνα καταθύσῃς τὴν σαυτοῦ ψυχήν; τί τοσοῦτον κερδαίνεις, ὅσον ἀπολλύεις; Ἐπιώρκησεν; Ἀπώλεσας κἀκεῖνον καὶ σαυτόν. Ἀλλ' οὐκ ἐπιώρκησε; Καὶ οὕτως ἀπώλεσας, παραβῆναι τὴν ἐντολὴν ἀναγκάσας. Ἐξελάσωμεν τοῦτο τὸ νόσημα ἀπὸ τῆς ψυχῆς· τέως ἀπὸ τῆς ἀγορᾶς αὐτὸ διώξωμεν, ἀπὸ τῶν παντοπωλείων, ἀπὸ τῶν λοιπῶν ἐργαστηρίων· μείζων ὁ πόρος ἡμῖν ἔσται. Μὴ νομίσητε διὰ τῶν παραβάσεων τῶν θείων νόμων τὰ βιωτικὰ κατορθοῦσθαι. Ἀλλ' οὐ πιστεύει, φησί. Καὶ γὰρ καὶ τοῦτό ποτε παρ' ἐνίων ἤκουσα, ὅτι Ἂν μὴ ὀμόσω μυρίους ὅρκους, οὐ πιστεύει. Σὺ τούτων αἴτιος ὁ προχείρως ὀμνύς· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ πᾶσιν ἦν δῆλον, ὅτι οὐκ ὀμνύεις, πίστευέ μοι λέγοντι, ὅτι τῶν μυρίους κατεσθιόντων ὅρκους μᾶλλον ἂν ἐπιστεύθης ἐπινεύσας μόνον. Ἰδοὺ γὰρ, εἰπέ μοι, τίνι ἄρα μᾶλλον πιστεύετε, ἐμοὶ τῷ μὴ ὀμνύοντι, ἢ τοῖς ὀμνύουσιν; Ἀλλὰ σὺ, φησὶν, ἄρχων εἶ καὶ ἐπίσκοπος; Τί οὖν, ἂν