1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

68

Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

αʹ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν, καὶ θέλων

δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται τοῦ κατωρθωκότος· ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, οὐχ ὑπ' οὐδενὸς τούτων διωρθώθη, ἀλλὰ καθάπαξ ὑπὸ τῆς φιλοχρηματίας τυφλωθεὶς, τὸν ὄλεθρον ἐκεῖνον ἐπεσπάσατο τῇ ἑαυτοῦ κεφαλῇ. Ὑπάρχοντος αὐτῷ ἀγροῦ· οὕτως εἶπεν, δηλῶν, ὅτι τοῦτον μόνον ἐκέκτητο· πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἀνὴρ δέ τις ὀνόματι Ἀνανίας, σὺν Σαπφείρᾳ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός· καὶ ἐνέγκας μέρος τι, παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκε. Τὸ δεινὸν, ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία, καὶ οὐδεὶς ἕτερος ᾔδει τὸ γενόμενον. Πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι; Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Ὅρα καὶ νῦν μέγα σημεῖον γενόμενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου. Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τουτέστι, Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; μὴ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. Ὁρᾷς, πόθεν μεῖζον τὸ σημεῖον τοῦτο; Ἀπὸ τοῦ ἀνελεῖν, ἀπὸ τοῦ τὰ ἐν διανοίᾳ εἰδέναι, καὶ τὰ λάθρᾳ γεγονότα. Ἐγένετο δὲ φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν. Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ταύτην ἐβούλετο 60.100 σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτίας. Καὶ διὰ τοῦτο αὐτῇ δίδωσι τάχα καιρὸν ἀπολογίας, καὶ ἐξουσίαν μετανοίας. ∆ιὸ καὶ λέγει· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναὶ τοσούτου. Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν. Εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην τὴν Ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλείονα σημεῖα ἐποίουν· καὶ ὅτι ἐποίουν, ἄκουε. ∆ιὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά. Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Εἰκότως. Καὶ γὰρ ὁ Πέτρος ἦν λοιπὸν φοβερὸς, κολάζων καὶ τὰ εἰς νοῦν ἐξελέγχων· ᾧ καὶ μᾶλλον προσέκειντο διά τε τὸ σημεῖον, καὶ τὴν πρώτην δημηγορίαν, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην. Αὐτὸς γὰρ καὶ τὸ σημεῖον εἰργάσατο τὸ πρῶτον, καὶ τὸ δεύτερον, καὶ τὸ νῦν, ὅπερ ἐμοὶ καὶ διπλοῦν, ἀλλ' οὐχ ἁπλῶς ἕν τι καὶ μόνον εἶναι δοκεῖ· ἓν μὲν, τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ, τὸ ἀνελεῖν προστάγματι. Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες, φησὶν, τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ τῶν κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅθεν καὶ ὁρᾷν νῦν ἐστιν ἔργῳ τὸ ὑπ' αὐτοῦ εἰρημένον ἐξελθόν. Ποῖον δὴ τοῦτο; Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ,