1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

76

πλοῦτον κεκτήσθω πολὺν, πόλιν οἰκείτω τὴν βασιλικὴν, πράγματα πρὸς μηδένα ἐχέτω, τρυφάτω μόνον, καὶ πρὸς τοῦτο ἀσχολείσθω, ἐν αὐτῇ τῇ κορυφῇ καὶ τοῦ πλούτου καὶ τῆς τιμῆς καὶ τῆς δυναστείας καθήμενος· ἀντεπεξαγάγωμεν αὐτῷ Πέτρον τὸν ἐν δεσμοῖς, εἰ δοκεῖ, τὸν ἐν μυρίοις κακοῖς· καὶ τοῦτον εὑρήσομεν τρυφῶντα μᾶλλον. Ὅταν γὰρ τοσαύτη περιουσία χαρᾶς ᾖ, ὡς ἐν δεσμοῖς ἥδεσθαι, ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος τῆς χαρᾶς. Καθάπερ γὰρ οἱ ἐπὶ μεγάλης ὄντες ἀρχῆς, ὅσα ἂν προσπέσῃ δεινὰ, οὐκ αἰσθάνονται, ἀλλ' ἐπιμένουσι τῇ χαρᾷ· οὕτω δὴ καὶ οὗτοι δι' αὐτὰ δὴ ταῦτα μᾶλλον ἔχαιρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ὅσην ἔχειν συμβαίνει τοὺς διὰ Χριστόν τι πάσχοντας δεινόν· μᾶλλον γὰρ ἐπὶ τοῖς δεινοῖς χαίρουσιν, ἢ ἐπὶ τοῖς ἀγαθοῖς. Εἴ τις ἐφίλησε τὸν Χριστὸν, οἶδεν ὃ λέγω. Ἀλλὰ τί; ἀσφαλείας ἕνεκεν ἔμελλον τὰ δυσχερῆ φεύγειν; Καὶ τίς, εἰπέ μοι, μυρίον κεκτημένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις ὁμιλῶν, ὑπὲρ μεταστάσεως πολιτείας μόνης; Οὗτοι δὲ ὥσπερ ἐξ ἐπιτάγματος βασιλικοῦ πάντα ἤνυον, μᾶλλον δὲ καὶ πολλῷ ῥᾴδιον. Οὐ γὰρ οὕτως ἐπίταγμα βασιλικὸν, ὡς τὰ ἐκείνων ῥήματα ἅπαντα ἤνυσαν· τὸ γὰρ ἐπίταγμα τὸ βασιλικὸν ἀνάγ 60.110 κῃ ἐπάγεται, οὗτοι δὲ ἑκόντας καὶ προαιρουμένους, καὶ μυρίαν χάριν εἰδότας. Ποῖον ἐπίταγμα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρημάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆς σωτηρίας αὐτῆς; Ἀλλ' αἱ τῶν ἁλιέων καὶ σκηνοποιῶν ἴσχυσαν φωναί. Ὥστε καὶ ἐν ἡδονῇ ἦσαν, καὶ δυνατώτεροι καὶ ἰσχυρότεροι πάντων. Ναὶ, φησὶν, ἐκεῖνοι, ἐπειδὴ τὰ σημεῖα ἐποίουν. Οἱ δὲ πιστεύσαντες, εἰπέ μοι, ποῖα σημεῖα ἐποίουν, οἱ τρισχίλιοι, καὶ πεντακισχίλιοι, οἳ καὶ ἐν ἀγαλλιάσει πολλῇ διῆγον; Εἰκότως· ἡ γὰρ πασῶν τῶν ἀθυμιῶν ὑπόθεσις, ἡ τῶν χρημάτων κτῆσις ἀνῄρητο. Ἐκείνη γὰρ, ἐκείνη καὶ πολέμων, καὶ μάχης, καὶ λύπης, καὶ ἀθυμίας, καὶ πάντων αἰτία τῶν κακῶν ἦν· ἡ τὸν βίον ἐπίπονον ποιοῦσα καὶ λυπηρότερον, ἐκείνη ἐστί. Καὶ πλείους εὕροι τις ἂν μᾶλλον ἔχοντας ἀθυμίας ὑποθέσεις τοὺς ἐν πλούτῳ, ἢ τοὺς ἐν πενίᾳ. Εἰ δὲ μὴ δοκεῖ τισιν οὕτως ἔχειν, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν δόξαν αὐτῶν. Εἰ δέ τινα ἔχουσι καὶ ἡδονὴν οἱ ἐν πλούτῳ, οὐδὲν θαυμαστόν. Καὶ γὰρ οἱ ψώρας ἀναπεπλησμένοι, ἐν πολλῇ εἰσιν ἡδονῇ. Ὅτι γὰρ ἐκείνων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, ἀλλ' ἡ ψυχὴ τοιαύτη τίς ἐστιν αὐτοῖς, δῆλον ἐκεῖθεν· Ἀνιῶσιν αὐτοὺς φροντίδες, καὶ ὅμως βούλονται αὐταῖς ἐνέχεσθαι διὰ τὴν πρόσκαιρον ἡδονήν· οἱ δὲ τούτων ἀπηλλαγμένοι, ἐν ὑγείᾳ εἰσὶ καὶ ἀθυμίας ἐκτός. δʹ. Τί ἥδιον, εἰπέ μοι; τί δαὶ ἀσφαλέστερον; ὑπὲρ ἄρτου φροντίζειν ἑνὸς καὶ ἐνδυμάτων, ἢ ὑπὲρ μυρίων καὶ οἰκετῶν καὶ ἐλευθέρων, τὰ καθ' ἑαυτὸν μὴ μεριμνῶντα; Καθάπερ γὰρ οὗτος ὑπὲρ ἑαυτοῦ δέδοικεν· οὕτω καὶ σὺ ὑπὲρ τῶν τῆς σῆς ἐκκρεμαμένων κεφαλῆς. Καὶ τί δήποτε φευκτὸν ἡ πενία δοκεῖ, φησίν; Ἐπειδὴ καὶ τὰ ἄλλα ἀγαθὰ ἀπευκτὰ πολλοῖς τυγχάνει, ἅπερ εἰσὶν οὐ διὰ τὸ ἀπευκτὰ εἶναι φευκτὰ, ἀλλὰ διὰ τὸ δυσκατόρθωτα. Οὐκοῦν καὶ αὕτη οὐκ ἀπευκτὴ, ἀλλὰ δυσκατόρθωτος· ὥστε εἴ γέ τις αὐτὴν ἐνεγκεῖν ἠδύνατο, οὐκ ἂν ἦν ἀπευκτή. ∆ιὰ τί γὰρ οὐκ ἀπηύχοντο αὐτὴν οἱ ἀπόστολοι; διὰ τί πολλοὶ καὶ αἱροῦνται αὐτὴν, καὶ οὐ μόνον οὐκ ἀπεύχονται, ἀλλὰ καὶ ἐπιτρέχουσι; Τὸ γὰρ ὄντως ἀπευκτὸν οὐδὲ αἱρετὸν, πλὴν τοῖς μαινομένοις. Εἰ δὲ οἱ φιλόσοφοι τῶν ἀνθρώπων καὶ ὑψηλοὶ ἐπὶ ταύτην ἔρχονται ὡς ἐπί τι χωρίον ἀσφαλὲς καὶ ἄνοσον, οὐδὲν θαυμαστὸν, ἐὰν τοῖς ἄλλοις μὴ δοκῇ. Ὁ μὲν γὰρ πλούσιος οὐδὲν ἕτερον εἶναί μοι δοκεῖ, ἀλλ' ἢ πόλις ἀτείχιστος ἐν πεδίῳ κειμένη καὶ πολλαχόθεν ἐπισπωμένη τοὺς ἐπιβουλεύοντας· ἡ δὲ πενία φρούριον ἀσφαλὲς, χαλκῷ περιβεβλημένον πολλῷ, καὶ δύσκολον ἔχον τὴν ἄνοδον. Καὶ μὴν τοὐναντίον, φησὶν, ἐστίν· οὗτοι γάρ εἰσιν οἱ εἰς δικαστήριον πολλάκις ἑλκόμενοι· οὗτοί εἰσιν οἱ ἐπηρεαζόμενοι καὶ κακῶς πάσχοντες. Οὐχ οἱ πένητες ἁπλῶς, ἀλλ' οἱ πένητες μὲν, βουλόμενοι δὲ πλουτεῖν. Ἐγὼ δὲ οὐ περὶ ἐκείνων φημὶ, ἀλλὰ περὶ τῶν σπουδαζόντων ἐν πενίᾳ διάγειν. Εἰπὲ