1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

97

τοὺς πατριάρχας, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, μετὰ τὸ λαβεῖν λόγια ζῶντα· Ὧ οὐκ ἠθέλησαν, φησὶν, ὑπήκοοι γενέσθαι. Καλῶς δὲ Λόγια ζῶντα εἶπεν, ἵνα δείξῃ, ὅτι εἰσὶ καὶ οὐ ζῶντα. Περὶ ὧν καὶ Ἰεζεκιήλ φησιν, ὡς ὅταν λέγῃ· Καὶ ἔδωκα ὑμῖν προστάγματα οὐ καλά. Πρὸς τὰ τοιαῦτα οὖν εἶπε τὸ, Ζῶντα. Ἀλλ' ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον· ἔνθα ἔστενον, ἔνθα ἐβόων, ὅθεν τὸν Θεὸν ἐκάλουν. Καὶ εἶπον τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν. βʹ. Ὢ τῆς ἀνοίας! Ποίησον, φησὶν, ἵνα προπορεύσωνται ἡμῶν. Ποῦ; Εἰς Αἴγυπτον. Ὁρᾷς, πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν; Τί λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ ἀρνῇ τὴν εὐεργεσίαν, καὶ τὸν εὐεργέτην φεύγεις; Καὶ ὅρα, πῶς ὑβρίζουσιν. Ὁ γὰρ Μωϋσῆς οὗτος, φησὶν, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Οὐδαμοῦ Θεοῦ ὄνομα, ἀλλὰ πάντα τῷ Μωϋσεῖ ἐπέγραφον. Καὶ ἔνθα μὲν αὐτοὺς εὐχαριστεῖν ἦν, Μωϋσῆν φέρουσιν εἰς μέσον· ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκ ἔτι Μωϋσῆν ἄγουσι. Καὶ μὴν εἶπεν, ὅτι ἄνεισιν ὥστε λαβεῖν τὸν νόμον· οἱ δὲ οὐδὲ τεσσαράκοντα ἡμέρας ὑπέμειναν. Ποίησον ἡμῖν θεούς. Οὐκ εἶπον, Θεὸν, ἀλλὰ, Θεούς· οὕτως ἀνεβακχεύθησαν, ὅτι οὐδὲ ἴσασιν, ἃ λέγουσι. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ. Εἶδες ἀνοίας ὑπερβολήν; Ἔνθα ἐφάνη Θεὸς τῷ Μωϋσεῖ, μοσχοποιοῦσιν οὗτοι καὶ θύουσι. Καὶ εὐφραίνοντο, φησὶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἔχαιρον. Καὶ τί θαυμαστὸν, εἴ γε ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα, καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; Οἱ δὲ οὐκ ἠγνόησαν μόνον, ἀλλὰ καὶ ὕβρισαν ἑτέρως, τῷ εἴδωλα ποιῆσαι. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα, ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτον ἐποίησαν θυσίας τοῖς εἰδώλοις. Τοῦτο καὶ ∆αυῒδ ἐπισημαινόμενος λέγει· Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας ὄνομα, ἀλλὰ προσ 60.137 τάγματα ζῶντα, καὶ λόγια ζῶντα· οὐδαμοῦ τελεταὶ, ἀλλὰ θαύματα καὶ σημείων ἐπίδειξις. Καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν. Ἐνταῦθα τὴν μαρτυρίαν οὐχ ἁπλῶς παρήγαγεν, ἀλλ' ἵνα δείξῃ τὸ μὴ εἶναι χρείαν θυσιῶν. Καὶ ὅρα τί φησι· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν κἀκείνοις ἐθύετε· καὶ ταῦτα ἐν τῇ ἐρήμῳ, ἔνθα μάλιστα αὐτῶν προειστήκει. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ. Ἡ αἰτία τῶν θυσιῶν αὕτη. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Οὕτω καὶ ἡ αἰχμαλωσία κατηγορία τῆς κακίας. Καὶ πῶς Ἡ σκηνὴ, φησὶν, ἦν τοῦ μαρτυρίου; Ἀλλὰ διὰ τοῦτο ἦν, ἵνα μάρτυρα τὸν Θεὸν ἔχωσιν. Οὐκοῦν εἰς τοῦτο μόνον ἦν. Κατὰ τὸν τύπον γὰρ, φησὶ, τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε· καὶ αὕτη δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κειμένη. Μαρτυρίου δὲ σκηνὴν, οὐκ ἄλλου τινὸς χάριν, ἢ τῶν θαυμάτων καὶ τῶν προσταγμάτων καλεῖ. Ὅμως γοῦν καὶ αὕτη καὶ ἐκεῖνοι οὐκ εἶχον ναόν. Ἄρα καὶ τὸν τύπον αὐτὸν αὐτὸς ὁ ἄγγελος ἔδωκεν. Ἕως τῶν ἡμερῶν, φησὶ, ∆αυΐδ. Ὥστε οὐκ ἦν ναὸς ἄχρι τότε· καίτοι καὶ τὰ ἔθνη ἐξέωστο, περὶ ὧν φησιν· Ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν. Τοῦτο δὲ εἶπε, δεικνὺς πάλιν, ὅτι οὐκ ἦν τότε ναός. Τί λέγω; τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός; Οὕτω καὶ πρώτη ἡ σκηνὴ, καὶ οὐδαμοῦ ναός. Καὶ ᾔτησε εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ. Ἤτησε, καὶ οὐκ ᾠκοδόμησεν· οὕτως οὐκ ἦν μέγα τι ὁ ναὸς, εἰ καὶ ἐνόμισάν τινες μέγαν εἶναι τὸν Σολομῶντα τῷ τὸν ναὸν οἰκοδομῆσαι, οἳ διὰ τοῦτο καὶ τοῦ πατρὸς αὐτὸν προετίθεσαν. Ὅτι δὲ οὐχὶ βελτίων ἦν τοῦ πατρὸς, ἀλλ' οὐδὲ ἴσος, μόνον δὲ ἀπὸ τῆς τῶν πολλῶν ὑπολήψεως, δῆλον αὐτὸ ἐποίησεν ἐπαγαγών· Ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης φησίν· Ὁ