1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

136

γὰρ μετὰ τοσαῦτα καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσολύμοις ἀμφισβήτησις γίνεται, τί οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ταῦτα παρηκολούθησε; ∆ιὰ τοῦτο καὶ μεθ' ὑπερβολῆς ταῦτα γίνεται. Ὅρα δὲ πῶς καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν ἀπολογεῖται. Ὅτι δὲ μετὰ τὴν ἀφορμὴν ἀποκρίνεται, ἄκουε τοῦ εὐαγγελιστοῦ διηγουμένου καὶ λέγοντος· Τότε ἀπεκρίθη Πέτρος· Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; Εἶδες ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, καὶ πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο; Οὕτω πάλαι τῆς γνώμης ταύτης ἦν. Μήτι τὸ ὕδωρ, φησὶ, κωλῦσαι δύναταί τις; Σχεδὸν γὰρ ὥσπερ ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι καὶ λέγουσιν, ὅτι οὐ χρὴ τοῦτο γενέσθαι. Τὸ πᾶν γέγονε, φησὶ, τὸ ἀναγκαιότερον γέγονε, τὸ βάπτισμα ὃ καὶ ἡμεῖς ἐβαπτίσθημεν. Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοῖς προσ 60.185 έταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι. ∆ιὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων, καὶ τότε προσέταξε. Τότε ἐρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἐντεῦθεν εἰκότως καὶ θαῤῥεῖ λοιπὸν καὶ ἐπιμένει. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες, ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς. Μετὰ τ[οσ]αῦτα ∆ιεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ ἀπόστολοι. Τί ἐστι, ∆ιεκρίνοντο; Ἐσκανδαλίζοντο, φησὶν, οὐ μικρῶς. Καὶ θέα, τί προβάλλονται. Οὐ λέγουσι, ∆ιὰ τί κατήγγειλας; ἀλλὰ, ∆ιὰ τί συνέφαγες; Ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρὸν (ψυχρὸν γὰρ ὄντως ἦν), ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα, λέγων, ὅτι Εἰ Πνεύματος μετέλαβον καὶ αὐτοὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν; Πῶς οὖν ἐπὶ τῶν Σαμαρειτῶν τοῦτο οὐ γέγονεν, ἀλλὰ τοὐναντίον; καὶ γὰρ οὐ μόνον πρὸ τοῦ βαπτίσματος οὐκ ἐγένετο, ἀλλ' οὐδὲ μετὰ τὸ βάπτισμα. καὶ οὐκ ἠγανάκτησαν, ἀλλὰ μᾶλλον ἀκούσαντες ἔπεμψεν ἐπὶ τοῦτο αὐτό. Ἀλλ' οὐδὲ ἐνταῦθα τοῦτο ἐγκαλοῦσιν· ᾔδεισαν γὰρ ὅτι θείας χάριτος ἦν· ἀλλὰ, ∆ιὰ τί, φασὶ, συνέφαγες; Ἄλλως δὲ πολὺ καὶ ἄπειρον τὸ διάφορον Σαμαρειτῶν καὶ ἐθνῶν. Ἢ καὶ οἰκονομικῶς γίνεται τὸ ἐγκληθῆναι αὐτὸν, ἵν' οὗτοι μάθωσιν· οὐ γὰρ ἂν ἁπλῶς Πέτρος εἶπεν. Ὅρα δὲ αὐτοῦ τὸ ἄτυφον καὶ ἀκενόδοξον. Ἀρξάμενος γὰρ, φησὶ, Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος. Καὶ οὐ λέγει διὰ τί, οὐδὲ ἐπὶ ποίᾳ προφάσει. Καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνόν τι σκεῦος ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ. Εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἤκουσα δὲ φωνῆς λεγούσης μοι· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τί διὰ τούτων εἰπεῖν βούλεται; Ἱκανὸν ἦν, φησὶ, καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν ὀθόνην· πλὴν ἀλλὰ καὶ φωνὴ προσετέθη. Εἶπον δέ· Μηδαμῶς, Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ὁρᾷς; Τὸ ἐμὸν ἐποίησα, φησίν· εἶπον, ὅτι οὐδέποτε ἔφαγον. Τοῦτο πρὸς ὃ ἔλεγον ἐκεῖνοι, ὅτι Εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. Τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾖ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. Ἅπερ ἀναγκαῖα ἦν διηγεῖται, τὰ ἄλλα δὲ σιωπᾷ· μᾶλλον δὲ διὰ τούτων καὶ αὐτὰ κατασκευάζει. Καὶ ὅρα, πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ διδασκάλου ἀξιώματι κεχρῆσθαι· ᾔδει γὰρ ὅτι, ὅσῳ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται. Οὐδέποτε εἰσῆλθε, φησὶν, εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον. Οὕτως οἰκονομίας πᾶσα ἦν ἡ ἀπολογία. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἤμην. Εἶπε δέ μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς μηδὲν διακρινόμενον. βʹ. Ὁρᾷς, ὅτι Πνεύματος ἡ